Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν τῷ κυρίῳ
  • τοῖς εὐθέσι πρέπει αἴνεσις.
  • ἐξομολογεῖσθε τῷ κυρίῳ ἐν κιθάρᾳ,
  • ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ·
  • ᾄσατε αὐτῷ ᾆσμα καινόν,
  • καλῶς ψάλατε ἐν ἀλαλαγμῷ.
  • ὅτι εὐθὴς ὁ λόγος τοῦ κυρίου,
  • καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει·
  • ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν,
  • τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ.
  • τῷ λόγῳ τοῦ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν,
  • καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν·
  • συνάγων ὡς ἀσκὸν ὕδατα θαλάσσης.
  • τιθεὶς ἐν θησαυροῖς ἀβύσσους.
  • φοβηθήτω τὸν κύριον πᾶσα ἡ γῆ,
  • ἀπʼ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.
  • ὅτι αὐτὸς εἶπεν, καὶ ἐγενήθησαν·
  • αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
  • Κύριος διασκεδάζει βουλὰς ἐθνῶν,
  • ἀθετεῖ δὲ λογισμοὺς λαῶν,
  • καὶ ἀθετεῖ βουλὰς ἀρχόντων·
  • ἡ δὲ βουλὴ τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει.
  • λογισμοὶ τῆς καρδίας αὐτοῦ ἀπὸ γενεῶν εἰς γενεάς.