Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

θεωρῶν δὲ ὅτι καὶ ὁ πατήρ, καθʼ οὓς καιροὺς εἰς τοὺς ἄνω τόπους ἐστρατοπέδευσεν, ἀνέδειξεν τὸν διαδεξάμενον,

ὅπως ἐάν τι παράδοξον ἀποβαίη καὶ προσαπέλθῃ τι δυσχερές, εἰδότες οἱ κατὰ τὴν χώραν ᾦ καταλέλειπται τὰ πράγματα, μὴ ἐπιταράσσωνται·

πρὸς δὲ τούτοις κατανοῶν τοὺς παρακειμένους δυνάστας καὶ γειτνιῶντας τῆς βασιλείας τοῖς καιροῖς ἐπέχοντας καὶ προσδοκῶντας τὸ ἀποβησόμενον, ἀναδέδειχα τὸν υἱὸν Ἀντίοχον βασιλέα, ὃν πολλάκις ἀνατρέχων εἰς τὰς ἐπάνω σατραπείας τοῖς πλείστοις ὑμῶν παρεκατετιθέμην καὶ συνίστων· γέγραφα δὲ πρὸς αὐτὸν τὰ ὑπογεγραμμένα.

παρακαλῶ οὖν ὑμᾶς καὶ ἀξιῶ, μεμνημένους τῶν εὐεργεσιῶν κοινῇ καὶ κατʼ ἰδίαν, ἕκαστον συντηρεῖν τὴν οὖσαν εὔνοιαν εἰς ἐμέ καὶ τὸν υἱόν·

πέπεισμαι γὰρ αὐτὸν ἐπιεικῶς καὶ φιλανθρώπως συωσταθένται τῇ ἐμῇ προαιρέσει συνπεριενεχθήσεσθαι ὑμῖν.

Ὁ μέν οὗν ἀνδροφόνος καὶ βλάσφημος τὰ χείριστα παθών, ὡς ἑτέρους διέθηκεν, ἐπὶ ξένης ἐν τοῖς ὄρεσιν οἰκτίστῳ μόρῳ κατέστρεψεν [*](V)[*](17 Ιουδαιον V | επελευσασθαι A | καταγγελλοντας A 18 τα κατ αυτον] τα δε κατ αυτων (αυτον Vᵃ) V | ικετηριας ταξιν· εχουσαν V om περιεχουσαν V 19 ευ πραττειν] διευτυχειν V | Αντιοχος και στρατηγος] και στρατ. Αντ. V 20 ερρωσθαι AV* (-σθε Vᵃ) εσται] εστιν V 21 την τιμην] om την V | επαναγων V | δυσχερειαν Vᵃ | om υμων 2° V | ασφαλειας (-λιας V*)] +την εις ουνυν ελπιδα εχοντων υμων V 22 αλλα] αλλ V | εκφευξασθαι V 23 εστρατοπαιδευεν V* (-πεδευεν Vᵃ) διαδεξαμενον] διαλεξομενον V 24 αποβαινει V -νη Vᵃ και προσαπελθη τι δυσχερες] η και προσαγγελθη δυσχ. τι V | οι κατα] οτι κ. V | επιταρασσονται V* 25 γειτνιοντας V* της βασιλειας] τη βασιλεια V | προσδοκωντας (-κοντ. V* κουντ, Vᵃ)] + δεχομενους V | σατραπιας V | παρακατετιθεμην V | om δε V 26 εις] προς V | υιον] + μου V 27 συνσταθεντα] παρακολουθουντα V | συμπεριεν, Vᵃ)

689
τὸν βίον,

παρεκομίζετο δὲ τὸ σῶμα Φίλιππος ὁ σύντροφος [*](A) αὐτοῦ· ὃς καὶ εὐλαβηθεὶς τὸν υἱὸν Ἀντιόχου πρὸς Πτολεμαῖον τὸν Φιλομήτορα εἰς Αἴγυπτον διεκομίσθη.

Μακκαβαῖος δὲ καὶ οἱ σὺν αὐτῷ, τοῦ κυρίου προάγοντος αὐτούς, τὸ μέν ἱερὸν ἐκομίσαντο καὶ τὴν πόλιν·

τοὺς δὲ κατὰ τὴν ἀγορὰν βωμοὺς ὑπὸ τῶν ἀλλοφύλων δεδημιουργημένους, ἔτι δὲ τεμένη, καθεῖλαν.

καὶ τὸν νεὼ καθαρίσαντες, ἕτερον θυσιαστήριον ἐποίησαν· καὶ πυρώσαντες λίθους, καὶ πῦρ ἐκ τούτων λαβόντες, ἀνήνεγκαν θυσίας μετὰ διετῆ χρόνον καὶ θυμίαμα καὶ λύχνους, καὶ τῶν ἄρτων τὴν πρόθεσιν ἐποιήσαντο.

ταῦτα δὲ ποιήσαντες, ἡξίωσαν τὸν κύριον πεσόντες ἐπὶ κοιλίαν, μηκέτι παραπεσεῖν τοιούτοις κακοῖς, ἀλλʼ ἐάν ποτε καὶ ἁμάρτωσιν, ὑπʼ αὐτοῦ μετὰ ἐπιεικείας, μὴ βλασφήμοις καὶ βαρβάροις ἔθνεσιν παραδίδοσθαι