Machabaeorum ii
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ μηδέ τῆς ὀσμῆς αὐτοῦ ἀνέχεσθαι δυνάμενος, ταῦτʼ ἔφη Δίκαιον ὑποτάσσεσθαι τῷ θεῷ, καὶ μὴ θνητὸν ὄντα ὑπερήφανα φρονεῖν.
ηὔχετο δὲ ὁ μιερὸς πρὸς τὸν οὐκέτι αὐτὸν ἐλεήσοντα δεσπότην, οὕτως λέγων·
τὴν μέν ἁγίαν πόλιν, ἣν σπεύδων παρεγίνετο ἰσόπεδον ποιῆσαι καὶ πολυάνδριον οἰκοδομῆσαι, ἐλευθέραν ἀναδεῖξαι
τοὺς δὲ Ἰουδαίους, ὡς διεγνώκει μηδέ ταφῆς ἀξιῶσαι, οἰωνοβρώτους σὺν τοῖς νηπίοις ἐκτρίψαι θηρίοις, πάντας αὐτοὺς ἴσους Ἀθηναίοις ποιήσειν·
ὂν δὲ πρότερον ἐσκύλευσεν ἅγιον νεὼ καλλίστοις ἀναθήμασιν κοσμήσειν, καὶ τὰ ἱερὰ σκεύη πολυπλάσια πάντα ἀποδώσειν, τὰς δὲ ἐπιβαλλούσας πρὸς τὰς θυσίας συντάξεις ἐκ τῶν ἰδίων προσόδων χορηγήσειν·
πρὸς δὲ τούτοις καὶ Ἰουδαῖος ἔσεσθαι, καὶ πάντα τόπον οἰκητὸν ἐπελεύσεσθαι καταγγέλλοντα τὸ τοῦ θεοῦ κράτος.
οὺδαμῶς δὲ ληγόντων τῶν πόνων, ἐπεληλύθει γὰρ ἐπʼ αὐτὸν δικαία ἡ τοῦ θεοῦ κρίσις, τὰ κατʼ αὐτὸν ἀπελπίσας ἔγραψεν πρὸς τοὺς Ἰουδαίους τὴν ὑπογεγραμμένην ἐπιστολήν, ἔχουσαν ἱκετηρίας τάξιν, περιέχουσαν δὲ οὕτως
Τοῖς χρηστοῖς Ἰουδαίοις τοῖς πολίταις πολλὰ χαίρειν καὶ ὑγιαίνειν καὶ εὖ πράττειν βασιλεὺς Ἀντίοχος καὶ στρατηγός·
ἔρρωσθε, καὶ τὰ τέκνα· καὶ τὰ ἴδια κατὰ γνώμην ἔσται ὑμῖν. εἰς οὐρανὸν τὴν ἐλπίδα ἔχων,
ὑμῶν τὴν τιμὴν καὶ τὴν εὔνοιαν ἐμνημόνευον φιλοστόργως ἐπαναγαγὼν ἐκ τῶν κατὰ τὴν Περσίδα τόπαων, καὶ περιπεσὼν ἀσθενείᾳ δυσχερίαν ἐχούσῃ, ἀναγκαῖον ἡγησάμην φροντίσαι τῆς κοινῆς πάντων ὑμῶν ἀσφαλείας·
οὐκ ἀπογινώσκων τὰ κατ᾿ ἐμαυτόν, ἀλλὰ ἔχων πολλὴν ἐλπίδα ἐκφεύξεσθαι τὴν ἀσθένειαν.