Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἀποσταλέντος δέ εἰς Αἴγυπτον Ἀπολλωνίου τοῦ Μενεσθέως διὰ τὰ πρωτοκλήσια ξοῦ Φιλομήτορος βασιλέως, μεταλαβὼν Ἀντίοχος ἀλλότριον αὐτὸν τῶν αὐτοῦ γεγονότων πραγμάτων, τῆς καθʼ αὐτὸν ἀσφαλίας ἐφρόντιζεν· ὅθεν εἰς Ἰόππην παραγενόμενος. κατήντησεν εἰς Ἰεροσόλυμα.

μεγαλομερῶς δὲ ὑπὸ τοῦ Ἰάσονος καὶ τῆς πόλεως ἀποδεχθεὶς μετὰ δᾳδουχίας καὶ βοῶν εἰσεδέχθη· εἶθ᾿ οὕτως εἰς τὴν Φοινίκην κατεστρατοπέδευσεν.

Μετὰ δὲ τριετῆ χρόνον ἀπέστειλεν Ἰάσων Μενέλαον, τὸν τοῦ προσημαινομένου Σίμωνος ἀδελφόν, παρακομίζοντα τὰ χρήματα τῷ βασιλεῖ, καὶ περὶ πραγμάτων ἀναγκαίων ὑπομνηματισμοὺς τελέσοντα.

ἡ δὲ συσταθεὶς τῷ βασιλεῖ καὶ δοξάσας αὐτὸν τῷ προσώπῳ τῆς ἐξουσίας, εἰς ἑαυτὸν κατήντησεν ἀρχιερωσύνην, ὑπερβάλλων τὸν Ἰάσονα τάλαντα ἀργυρίου τριακόσια.

λαβὼν δὲ τὰς βασιλικὰς ἐντολὰς παρεγίνετο, τῆς μέν ἀρχιερωσύνης οὐδὲν ἄξιον φέρων, θυμοὺς δὲ ὠμοῦ τυράννου καὶ θηρὸς βαρβάρου ὀργὰς ἔχων.

καὶ ὁ μέν Ἰάσων ὁ τὸν ἴδιον ἀδελφὸν ὑπονοθεύσας, ὑπονοθευθεὶς ὑφʼ ἑτέρου φυγὰς εἰς τὴν Ἀμμανῖτιν χώραν συνήλαστο.

ὁ δὲ Μενέλαος τῆς μέν ἀρχῆς ἐκράτει, τῶν δὲ ἐπηγγελμένων τῷ βασιλεῖ χρημάτων οὐδὲν εὐτάκτει·

ποιουμένου δὲ τὴν ἀπαίτησιν Σωστράτου τοῦ τῆς ἀκροπόλεως ἐπάρχου· πρὸς τοῦτον γὰρ ἦν ἡ τῶν διαφόρων πρᾶξις· δι᾿ ἣν αἰτίαν οἱ δύο ὑπὸ τοῦ βασιλέως προσεκλήθησαν·

καὶ ὁ μέν Μενέλαος ἀπέλειπεν τῆς ἀρχιερωσύνης διάδοχον λυσίμαχον τὸν ἑαυτοῦ ἀδελφόν, Σώστρατος δέ Κράτητα τὸν ἐπὶ τῶν Κυπρίων.

Τοιούτων [*](V)[*](17 ταυτα] + μεν V 19 μιεος A* (μιερος A¹) μιαρος V | Αντιοχιας A Αντιοχεις οντας V | τριακοσιας V | θυσιαν 2° + εις ετεραν δε καταθεσθαι δαπανην V 20 ενεκα] br επεισε δε ταυτα δια μεν τον αποστειλαντα εις την Ηρακλεους θυσια V | παροντων] παρακομιζοντων V | τριηρων V | κατα- σκευας] παρασκευας V 21 Μενεσθεσεως A (Μενεσθεως V) | μεταλαβων] μεταβαλων V | γεγονοτων] γεγονεναι V | καθ αυτον] κατ αυτων V | ασφαλειας Vᵃ Ιοππην] Ιππην A 22 Ιασωνος V | αποδεχθεις] παραδεχθεις V | εισε- δεχθη] εισπεπορευται V 23 πραγματων...τελεσοντα (-τας A)] πάντων των αναγκαιυ χρηματισμους τελεσαντα V 24 συνσταθεις V | κατηντησεν] κατεστησε V | αρχιερωσυνην (-ροσ. V)] pr την V | υπερβολων V | Ιασωνα A 25 παρεγενετο V 26 om ο 2° V | υπονομευθεις A 28 Σοστρατου V | υπο] επι V 29 αρχιερωσυνης] ιερωσυνης V | Σοστρατος V* | Κρατητα τον] κρατησας των V)

673
δὲ συνεστηκότων, συνέβη Ταρσεῖς καὶ Μαλλώτας στασιάζειν, διὰ τὸ [*](A) Ἀντιοχίδι τῇ παλλακῇ τοῦ βασιλέως ἐν δωρεᾷ δίδοσθαι.