Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ τὰ κείμενα τοῖς Ἰουδαίοις φιλάνθρωπα βασιλικὰ διὰ Ἰωάννου τοῦ πατρὸς Εὐπολέμου, τοῦ ποιησαμένου τὴν πρεσβίαν ὑπέρ φιλίας καὶ συμμαχίας πρὸς τοὺς Ῥωμαίους, παρώσας, καὶ τὰς μέν νομίμας καταλύων πολιτίας, παρανόμους ἐθισμοὺς ἐκαίνιζεν.

ἀσμένως γὰρ ὑπʼ αὐτὴν ἀκρόπολιν γυμνάσιον καθίδρυσεν, καὶ τοὺς κρατίστους τῶν ἐφʼ ἡμῶν ὑποτάσσων ὑπὸ πέτασον ἤγαγεν.

ἧυ δʼ οὕτως ἀκμὴ τοῦ Ἑλληνισμοῦ καὶ πρόσβασις ἀλλοφυλισμοῦ διὰ τὴν τοῦ ἀσεβοῦς καὶ οὐκ ἀρχιερέως Ἰάσονος ὑπερβάλλουσαν ἀναγνείαν,

ὥστε μηκέτι περὶ τὰς τοῦ θυσιαστηρίου λειτουργίας προθύμους εἶναι τοὺς ἱερεῖς, ἀλλὰ τοῦ μέν νεὼ καταφρονοῦντες καὶ τῶν θυσιῶν ἀμελοῦντες ἔσπευδον μετέχειν τῆς ἐν παλαίστρῃ παρανόμου χορηγίας, μετὰ τὴν τοῦ δίσκου πρόσκλησιν·

καὶ τὰς μέν πατρῴας τιμὰς ἐν οὐδενὶ τεθειμένοι, τὰς δὲ Ἐλληνικὰς δόξας καλλίστας ἡγούμενοι.

ὦς καὶ χάριν περιέσχεν αὐτοὺς χαλεπὴ περίστασις, καὶ ὧν ἐζήλουν τὰς ἀγωγὰς καὶ καθʼ ὃ ἅπαν ἤθελον ἐξομοιοῦσθαι, τοὺς πολεμίους καὶ τιμωρητάς ἔσχον.

ἀσεβεῖν γὰρ εἰς τοὺς θείους νόμους [*](6 επι] ετι V | παυλαν] αναπαυλαν V 7 αρχιεροσυνην A 8 τρια- V κοσιος V* (-σιοις V¹) 9 υπεισχνοιτο A | διαγραψειν V | αυτου γυμνασιον· A | om εν A* (superscr A¹) Αντιοχεις] Αντιοχον V | αναγραψαι] αναγορευ- σαι V | 10 κρατησας της αρχης V | προς] επι V | μετεστησε] μετηγαγεν 11 Ιουδαιοις] seq ras 1 lit (ε vel σ) in A πρεσβειαν V | νομιμους V | πολιτειας Va εκαινιζεν] επιωνιζεν Vᵃ 12 ακροπ.] pr την V | εφ ημων] εφηβων V om υποτασσων V 13 ακμη] αγκμη A Eασονος A Bιασονος A¹ Ιασωνος V | αναγνειαν] αγνειαν A 14 του μεν νεω] τους μεν ναιω A καταφρονουντας A καταφρονουντος Vᵃ (rescr) | σπουδον V* εσπουδ. V1 (εσπευδ. Vᵃ) παρανομοχορηγιας V 15 πατρωους V τιθεμενοι V καλλιστοις A 16 καθ ο απαν] κατμ παν Vᵃ (rescr.) τους πολ.] τουτους πολ. V εχον V* (εσχον Vᵃ))

672
[*](A) οὐ ῥᾴδιον· ἀλλὰ ταῦτα ὁ ἀκόλουθος καιρὸς δηλώσει.

Ἀγομένου δέ πενταετηρικοῦ ἀγῶνος ἐν Τύρῳ, καὶ τοῦ βασιλέως παρόντος,

ἀπέστειλεν Ἰάσων ὁ μιερὸς θεωροὺς ὡς ἀπὸ Ἰεροσολύμων Ἀντιοχέας παρακομίζοντας ἀργυρίου δραχμὰς τριακοσίους εἰς τὴν τοῦ Ἡρακλέους θυσίαν, ἃς καὶ ἠξίωσαν οἱ παρακομίζοντες μὴ χρῆσθαι εἰς θυσίαν,

ἕνεκα δὲ τῶν παρόντων εἰς τὰς τῶν τριηρέων κατασκευάς.