Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Μετὰ δὲ τριετῆ χρόνον προσέπεσεν τοῖς περὶ τὸν Ἰούδαν, Δημήτριον τὸν τοῦ Σελεύκου διὰ τοῦ κατὰ Τρίπολιν λιμένος εἰσπλεύσαντα μετὰ πλήθους ἰσχυροῦ καὶ στόλου

κεκρατηκέναι τῆς χώρας, ἐπανελόμενον Ἀντίοχον καὶ τὸν τούτου ἐπίτροπον Λυσίαν.

Ἄλκιμος δέ τις προγεγονὼς ἀρχιερεύς, ἑκουσίως δὲ μεμολυσμένος ἐν τοῖς τῆς ἀμιξίας χρόνοις, συννοήσας ὅτι καθʼ ὁντιναοῦν τρόπον οὐκ ἔστιν αὐτῷ σωτηρία οὐδέ πρὸς τὸ ἅγιον θυσιαστήριον ἔτι πρόσοδος,

ἦλθεν πρὸς τὸν βασιλέα Δημήτριον ὡς πρώτῳ καὶ ἑκατοστῷ καὶ πεντηκοστῷ ἔτει, προσάγων αὐτῷ στέφανον χρυσοῦν καὶ φοίνικα, πρὸς δὲ τούτοις τοῖς νομιζομένοις θαλλῶν τοῦ ἱεροῦ· καὶ τὴν ἡμέραν ἐκείνην ἡσυχίαν ἔσχεν.

καιρὸν δὲ λαβὼν τῆς ἰδίας ἀνοίας συνεργόν, προσκληθεὶς εἰς συνέδριον ὑπὸ τοῦ Δημητρίου καὶ ἐπερωτηθεὶς ἐν τίνι διαθέσει καὶ βουλῇ καθέστηκαν οἱ Ἰουδαῖοι, πρὸς ταῦτα ἔφη

Οἱ λεγόμενοι τῶν Ἰουδαίων Ἁσιδαῖοι, ὧν ἀφηγεῖται Ἰούδας ὁ Μακκαβαῖος, πολεμοτροφοῦσιν καὶ στασιάζουσιν, οὐκ ἐῶντες τὴν βασιλείαν εὐσταθείας τυχεῖν.

ὅθεν ἀφελόμενος τὴν προγονικὴν δόξαν, λέγων δὲ τὴν ἀρχιερωσύνην, δεύτερον νῦν ἐλήλυθα,

πρῶτον μὲν ὑπὲρ τῶν ἀνηκόντων τῷ βασιλεῖ γνησίως φρονῶν, δεύτερον δὲ καὶ τῶν ἰδίων πολιτῶν στοχασάμενος· τῇ μὲν γὰρ τῶν προειρημένων ἀλογιστίᾳ τὸ σύμπαν ἡμῶν γένος οὐ μικρῶς ἀκληρεῖ.

ἕκαστα δὲ τούτων ἐπεγνωκὼς σύ, βασιλεῦ, καὶ τῆς χώρας καὶ τοῦ περιισταμένου γένους ἡμῶν προσνοήθητι, καθʼ ἣν ἔχεις πρὸς ἅπαντας εὐαπάντητον φιλανθρωπίαν.

ἄχρι γὰρ Ἰούδας περίεστιν, ἀδύνατον εἰρήνης τυχεῖν τὰ πράγματα.

τοιούτων δὲ ῥηθέντων ὑπὸ τούτου, θᾶττον οἱ λοιποὶ φίλοι δυσμενῶς ἔχοντες τὰ πρὸς τὸν Ἰούδαν [*](26 om και 1⁰ V | Αντιοχειαν V | ουτως V | τα της εφοδου του βασιλεως] om V της εφοδου του A* (hab Aᵃ?(ᵐᵍ)) τα του βασ. της εφ. V XIV 3 Αλκειμος A | προγεγονως] προγενομενος V | μεμολυμμενος V | της αμιξιας] om της V | οντινα ου A ον V* (οντιναουν Vᵃ) 4 ηλθεν] ηκεν V* (-κε Vᵃ) πρωιου και εκατοστου και πεντηκοστου ετους V | προσαγαγων V | των νομιζομενων V 5 Δημητρειου A | καθεστηκεν A 6 οι λεγομενοι] οι δε γενομενοι V | αφη- γειται] εφηγειτε V 7 λεγω V | δε] δη V | δευτερον] pr δευρο 8 μεν 1⁰] + εν V | ιδιων πολιτων στοχασαμενος] ημετερων στοχ. πολ. V | τη] τι V | αλογιστια] αλογιστα V 9 τουτων] τουτως (sic) A | προσνοηθητι] προνοησαντι V)

702
[*](A) προσεπύρωσαν τὸν Δημήτριον.

προχειρισάμενος δὲ εὐθέως τὸν Νικάνορα τὸν γενόμενον ἐλεφαντάρχην, καὶ στρατηγὸν ἀναδείξας τῆς Ἰουδαίας, ἐξαπέστειλεν·

δοὺς ἐπιστολάς, αὐτὸν μὲν τὸν Ἰουδὰ ἐπανελέσθαι, τοὺς δὲ σὺν αὐτῷ σκορπίσαι, καταστῆσαι δὲ Ἄλκιμον ἀρχιερέα τοῦ μεγίστου ἱεροῦ.

οἱ δὲ ἐπὶ τῆς Ἰουδαίας πεφυγαδευκότες τὸν Ἰούδαν ἔθνη συνέμισγον ἀγεληδὸν τῷ Νικάνορι, τὰς τῶν Ἰουδαίων ἀτυχίας καὶ συμφορὰς ἰδίας εὐημερίας δοκοῦντες ἔσεσθαι.

Ἀκούσαντες δὲ τὴν τοῦ Νικάνορος ἔφοδον καὶ τὴν ἐπίθεσιν τῶν ἐθνῶν, καταπασάμενοι γῆν ἐλιτάνευσαν τὸν ἄχρι αἰῶνος συστήσαντα τὸν αὑτοῦ λαόν, ἀεὶ δὲ μετʼ ἐπιφανείας ἀντιλαμβανόμενον τῆς ἑαυτοῦ μερίδος.

προστάξαντος δὲ τοῦ ἡγουμένου, ἐκεῖθεν εὐθέως ἀναζεύξας συνμίσγει αὐτοῖς ἐπὶ κώμην Λεσσαού.

Σίμων δὲ ὁ ἀδελφὸς Ἰούδα συμβεβληκὼς ἦν τῷ Νικάνορι, βραδέως δέ, διὰ τὴν ἐφνίδιον τῶν ἀντιπάλων ἀφασίαν ἐπταικώς.

ὅμως δὲ ἀκούων ὁ Νικάνωρ ἣν εἶχον οἱ περὶ τὸν Ἰούδαν ἀνδραγαθίαν καὶ ἐν τοῖς περὶ τῆς πατρίδος ἀγῶσιν εὐψυχίαν, ὑπευλαβεῖτο τὴν κρίσιν δι᾿ αἱμάτων ποιήσασθαι.

διόπερ ἔπεμψεν Ποσιδώνιον καὶ Θεόδοτον καὶ Ματταθίαν, δοῦναι καὶ λαβεῖν δεξιάς.

πλείονος δὲ γενομένης περὶ τούτων ἐπισκέψεως, καὶ τοῦ ἡγουμένου τοῖς πλήθεσιν ἀνακοινωσαμένου, καὶ φανείσης ὁμοιοψήφου συγγνώμης, ἐπένευσαν ταῖς συνθήκαις.