Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

τὴν δὲ ἔφοδον μεταλαβὼν Ἰούδου, προεξαπέστειλεν ὁ Τιμόθεος τὰς γυναῖκας καὶ τὴν ἄλλην ἀποσκευὴν εἰς τὸ λεγόμενον Κάρνιον· ἦν γὰρ δυσπολιόρκητον καὶ δυσπρόσιτον τὸ χωρίον διὰ τὴν πάντων τῶν τόπων στενότητα.

[*](V)[*](12 χρησιμοις A υπεχωρησεν] παρεχωρησεν V 13 om γεφυρουν V | παμμιγ. V | Κασπιν V 14 ευρυμνοτητι A | παραθεσει] αναθεσει V | αχρωντο] εχθρωντο V 15 om περι A | κατακριμνησαντα V * (κρημν. Vᵃ) | Ιησου] pr του V 16 εχουσαν σταδιους] σταδιων ουσαν V | καταρρειν (-ρρει A* -ρρειν A¹) το αιμα] καταρρυτον αιματι V 17 αποσπασαντεσταδιους V* (-τες σταδ. V¹) | om και V | Τουβιανους V 18 τον τοπον (1°) V | ου] θῡ A*9salt) τοτε εκ] τε απο V 19 Δοσιθεος V ᵃ | περι τον] παρι των V* (περι τ. Vᵃ) ηγουμενων V | απωλεσαν τους υπο Τιμοθεου V 20 ωρμησεν V | μυριαδας δωδεκα πεζων] πεζων μυρ. δεκα δυο V | δισχιλιους] τρισχιλιους A¹ (δισχ. A*vid V) om και 2⁰ V επτακισχιλιοις] πεντακοσιοις V | 21 Ιουδα V*fort (Ιουδου [ου sup ras] V¹) | γυναικας] + και τα τεκνα V παντων] pr εκ V)
697

ἐπιφανείσης δὲ τῆς Ἰούδου σπείρης πρώτου, καὶ γενομένου δέους [*](A) ἐπὶ τοὺς πολεμίους, φόβου τε ἐκ τῆς τοῦ τὰ πάντα ἐφορῶντος ἐπιφανίας γενομένης ἐπʼ αὐτούς, εἰς φυγὴν ὥρμησαν ἄλλος ἀλλαχῇ φερόμενος, ὥστε πολλάκις ὑπὸ τῶν ἰδίων βλάπτεσθαι καὶ ταῖς τῶν ξιφῶν ἀκμαῖς ἀναπείρεσθαι.

ἐποιεῖτο δὲ τὸν διωγμὸν εὐτονώτερον Ἰούδας, συνκεντῶν τοὺς ἀλιτηρίους, διέφθειρεν δὲ εἰς μυριάδας τρεῖς ἀνδρῶν.

αὐτὸς δὲ ὁ Τιμόθεος ἐμπεσὼν τοῖς περὶ τὸν Δωσίθεον καὶ Σωσίπατρον ἠξίου μετὰ πολλῆς γοητίας ἐξαφεῖναι ὡς σῷον αὐτόν, διὰ τὸ πλειόνων μὲν γονεῖς, ὧν δὲ ἀδελφοὺς ἔχειν, καὶ τούτους ἀλογηθῆναι συμβήσεται·

πιστώσαντος δὲ αὐτοῦ διὰ πλειόνων τὸν ὁρισμὸν ἀποκαταστῆσαι τούτους ἀπημάντους, ἀπέλυσαν αὐτὸν ἕνεκα τῆς τῶν ἀδελφῶν σωτηρίας.