Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καταλαβόμενοί τε τὴν πόλιν τῇ τοῦ θεοῦ θελήσει ἀμυθήτους ἐποιήσαντο σφαγάς, ὥστε τὴν παρακειμένην λίμνην τὸ πλάτος ἔχουσαν σταδίους δύο καταρρεῖν τὸ αἷμα πεπληρωμένην φαίνεσθαι.

Ἐκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἑπτακοσίους πεντήκοντα διήνυσαν εἰς τὸν Χάρακα καὶ πρὸς τοὺς λεγομένους Τουβεινοὺς Ἰουδαίους.

καὶ Τιμόθεον μὲν ἐπὶ τῶν τόπων οὐ κατέλαβον, ἄπρακτον τότε ἐκ τῶν τόπων ἐκλελυκότα, καταλελοιπότα δὲ φρουρὰν ἔν τινι τόπῳ καὶ μάλα ὀχυράν.

Δωσίθεος δὲ καὶ Σωσίπατρος, τῶν περὶ τὸν Μακκαβαῖον ἡγεμόνων, ἐξοδεύσαντες τοὺς ὑπὸ Τιμοθέου ἀπώλεσαν καταλειφθέντας ἐν τῷ ὀχυρώματι, πλείους τῶν μυρίων ἀνδρῶν·

ὁ δὲ Μακκαβαῖος, διατάξας τὴν περὶ αὐτὸν στρατιὰν σπειρηδόν, κατέστησεν αὐτοὺς ἐπὶ τῶν σπειρῶν· καὶ ἐπὶ τὸν Τιμόθεον ὥρμησαν ἔχοντα περὶ αὐτὸν μυριάδας δώδεκα πεζῶν, ἱππεῖς δὲ δισχιλίους καὶ πρὸς τοῖς ἑπτακισχιλίοις.