Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

χρῆσθαι τοὺς Ἰουδαίους τοῖς ἑαυτῶν δαπανήμασιν καὶ νόμοις καθὰ καὶ τὸ πρότερον· καὶ οὐδεὶς αὐτῶν κατʼ οὐδένα τρόπον παρενοχληθήσεται περὶ τῶν ἠγνοημένων.

πέπομφα δὲ καὶ τὸν Μενέλαον παρακαλέσοντα ὑμᾶς.

ἔρρωσθε. ἔτους ἑκατοστοῦ τεσσερακοστοῦ ὀγδόου, Ξανθικοῦ πεντεκαιδεκάτῃ.

Ἔπεμψαν δὲ καὶ οἱ Ῥωμαῖοι πρὸς αὐτοὺς ἐπιστολὴν ἔχουσαν οὕτως Κόιντος Μέμμιος, Τίτος Μάνιος, πρεσβῦται Ῥωμαίων, τῷ δήμῳ τῶν Ἰουδαίων χαίρειν.

ὑπὲρ ὧν Λυσίας ὁ συγγενὴς τοῦ βασιλέως συνεχώρησεν ὑμῖν, καὶ ἡμεῖς συνευδοκοῦμεν.

ἃ δὲ ἔκρινεν προσανενηνέχθαι τῷ βασιλεῖ, πέμψατέ τινα παραχρῆμα ἐπισκεψάμενοι περὶ τούτων, ἵνʼ ἔχωμεν ὡς καθήκει ἡμῖν· ἡμεῖς γὰρ προσάγομεν πρὸς Ἀντιοχίαν.

διὸ σπεύσατε, καὶ πέμψατέ τινας, ὅπως καὶ ἡμεῖς ἐπιγνῶμεν ὁποίας ἐστὲ γνώμης.

ὑγιαίνετε. ἔτους ἑκατοστοῦ τεσσερακοστοῦ ὀγδόου, Ξανθικοῦ πεντεκαιδεκάτῃ.

[*](V)[*](24 εις] επι V | αιρετιζοντες V | αξιουντες V 25 om ουν V 26 αντιληψει V 27 τοιαδε] τοιαυτη V 29 βουλομενος] βουλεσθαι V | υμας] ημας A ιδιοις] Ιουδαιοις A* (ιδ. A?) 30 καταπορευομενος A*(salt) | μετα της αθειας] μετα της ιδιας A της αδιας V * (-δειας Vᵃ) 31 δαπανιμασι V * ουδεις] ουθεις V 32 παρακαλεσαντα A 32— 33 υμας ερρωσθαι· A υμας. ερρωσθαι: V 33 τεσσερακοστου ογδοου] και τεσσαρα- κοστου και ογδ, V πεντεκαιδεκατη] πεμπτη και δεκατη V 34 επεμ- ψαμεν A | εχουσαν] περιεχουσαν V | Κοϊντος· Μεμμιος Τιτος· Μανιος A | Μανιος] + Ερνιος V | τω] των A | δημω των Ιουδαιων] Ιουδαιων πληθει V 36 προσανενεχθηναι V | πραχημα V* (παραχρ. V¹) | επισκεψομενον V | εχωμεν] εκθωμεν V | ημιν] υμιν V | Αντιοχειαν V 37 οποιας] επι ποιας V 38 τεσσερακοστου ογδοου] και τεσσαρακοστου και ογδοου V | πεντεκαιδεκατη] + Διοσκοριδου V)
695

Γενομένων δὲ τῶν συνθηκῶν τούτων, ὁ μέν Λυσίας ἀπῄει πρὸς [*](A) τὸν βασιλέα, οἱ δὲ Ἰουδαῖοι περὶ τὴν γεωργίαν ἐγίνοντο.

τῶν δὲ κατὰ τόπον στρατηγῶν Τιμόθεος καὶ Ἀπολλώνιος ὁ τοῦ Γενναίου, ἔτι δὲ Ἱερώνυμος καὶ Δημοφών, πρὸς δὲ τούτοις Νικάνωρ ὁ Κυπριάρχης, οὐκ εἴων αὐτοὺς εὐσταθεῖν καὶ τὰς ἡσυχίας ἄγειν.

Ἰοπποῖται δὲ τηλικοῦτο συνετελέσαντο δυσσέβημα, παρακαλέσαντες τοὺς ἐν ἑαυτοῖς οἰκοῦντας Ἰουδαίους ἐμβῆναι εἰς τὰ παρακατασταθέντα ὑπʼ αὐτῶν σκάφη σὺν γυναιξὶν καὶ τέκνοις, ὡς μηδεμιᾶς ἐνεστώσης πρὸς αὐτοὺς δυσμενείας·

μετὰ δὲ τὸ κοινὸν τῆς πόλεως ψήφισμα καὶ τούτων ἐπιδεξαμένων, ὡς ἂν εἰρηνεύειν θελόντων καὶ μηδὲν ὕποπτον ἐχόντων, ἀχθέντας αὐτους ἐβύθισαν ὄντας οὐκ ἔλαττον τῶν διακοσίων.

μεταλαβὼν δὲ ὁ Ἰούδας τὴν γεγονυῖαν εἰς τοὺς ὁμοεθνεῖς ὠμότητα, παραγγείλας τοῖς περὶ αὐτὸν ἀνδράσιν

καὶ ἐπικαλεσάμενος τὸν δίκαιον κριτὴν θεόν, παραγενόμενος ἐπὶ τοὺς μιαιφόνους τῶν ἀδελφῶν, τὸν μὲν λιμένα νύκτωρ ἐνέπρησεν καὶ τὰ σκάφη κατέφλεξεν, τοὺς δὲ ἐκεῖ συμφυγόντας ἐξεκέντησεν.

τοῦ δὲ χωρίου συνκλεισθέντος, ἀνέλυσεν, πάλιν ἥξων καὶ τὸ σύμπαν τῶν Ἰοππιτῶν ἐκριζῶσαι πολίτευμα.

μεταλαβὼν δὲ καὶ τοὺς ἐν Ἰαμνίᾳ τὸν αὐτὸν ἐπιτελεῖν βουλομένους τρόπον τοῖς κατοικοῦσιν Ἰουδαίοις,