Machabaeorum ii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἔπεισεν συλλύεσθαι ἐπὶ πᾶσι τοῖς δικαίοις, καὶ διότι καὶ τὸν βασιλέα πείσει, φίλον αὐτοῖς ἀναγκάζων γενέσθαι.

ἐπένευσεν δὲ ὁ Μακκαβαῖος ἐπὶ πᾶσιν οἷς ὁ Λυσίας παρεκάλει, τοῦ συμφέροντος φροντίζων· ὅσα γὰρ ὁ Μακκαβαῖος ἐπέδωκεν τῷ Λυσίᾳ διὰ γραπτῶν περὶ τῶν Ἰουδαίων, συνεχώρησεν ὁ γραμματεύς.

ἦσαν γὰρ γεγραμμέναι τοῖς Ἰουδαίοις ἐπιστολαὶ παρὰ μὲν Λυσίου, περιέχουσαι τὸν τρόπον τοῦτον Λυσίας τῷ πλήθει τῶν Ἰουδαίων χαίρειν.

Ἰωάννης καὶ Ἀβεσσαλὼμ οἱ πεμφθέντες παρʼ ὑμῶν, ἐπιδόντες τὸν ὑπογεγραμμένον χρηματισμόν, ἠξίουν περὶ τῶν δι᾿ αὐτοῦ σημαινομένων.

ὅσα μὲν οὖν ἔδει καὶ τῷ βασιλεῖ προσενεχθῆναι διεσάφησα, ἃ δὲ ἦν ἐνδεχόμενα συνεχώρησεν.

ἐὰν μὲν οὖν συντηρήσητε τὴν εἰς τὰ πράγματα εὔνοιαν, καὶ εἰς τὸ λοιπὸν πειράσομαι παραίτιος ἀγαθῶν γενέσθαι.

ὑπὲρ δὲ τούτων κατὰ μέρος ἐντέταλμαι τούτοις τε καὶ τοῖς παρʼ ἐμοῦ διαλεχθῆναι ὑμῖν.

ἔρρωσθε. ἔτους ἑκατοστοῦ τεσσερακοστοῦ ὀγδόου, Διὸς Κορινθίου τετράδι καὶ εἰκάδι.

Ἡ δὲ τοῦ βασιλέως ἐπιστολὴ περιεῖχεν οὕτως Βασιλεὺς Ἀντίοχος τῷ ἀδελφῷ Λυσίᾳ χαίρειν.

τοῦ πατρὸς ἡμῶν εἰς θεοὺς μεταστάντος, βουλομένου τοὺς ἐκ τῆς βασιλείας ἀταράχους ὄντας γενέσθαι πρὸς τὴν τῶν Ἰουδαίων ἐπιμελίαν,

ἀκηκοότες τοὺς Ἰουδαίους μὴ συνευδοκοῦντας [*](9 om και 1° V | δε 2⁰] τε V 10 προσηγον V 11 λεοντινον] V λεοντηδον V | χιλιους] χιλιοις A | χιλιοις] pr τοις V | τους] τουτους V | φυγειν V 12 διεσωθησαν] δε εσωθ. A 13 αντιβολων V | τους δυναμενους A*fort (ras 1 lit post τ. item post δυν. A?) του δυνατου V 14 επεισεν] επισα A συνλυσεσθαι V | πασιν V* πεισει] πισιν A πισειν V * | αναγκα- ζειν cod γινεσθαι V 15 επεδωκεν] εδωκεν V* | γραμματευς] βασιλευς V 16 γεγραμμεναι] pr αι V 17 Αβεσσαλωμ] Αβεσσαλωμʼ μεσσαλα (sic) V | υπογεγραμμενον] επιγεγραμμενον V 20 κατα μ.] pr και των V 21 ερρω- σθαι V* | τεσσαρακ. και ογδ. V | τετραδι κ. εικ.] εικ. τεταρτη V 23 μετα- σταντος] στ sub ras Aᵃ βουλομενοι V | γινεσθαι V | την των Ιουδαιων επιμελιαν] τη των ιδιων επιμελια (-λεια Vᵃ) V 24 Ιου|ιουδαιους A)

694
[*](A) τῇ τοῦ πατρὸς εἰς τὰ Ἑλληνικὰ μεταθέσει, ἀλλὰ τὴν ἑαυτῶν ἀγωγὴν αἱρετίζοντας ἀξιοῦν συνχωρηθῆναι αὐτοῖς τὰ νόμιμα·

αἱρούμενοι οὖν καὶ τοῦτο τὸ ἔθνος ἐκτὸς ταραχῆς εἶναι, κρίνομεν τό τε ἱερὸν ἀποκατασταθῆναι αὐτοῖς, καὶ πολιτεύεσθαι κατὰ τὰ ἐπὶ τῶν προγόνων αὐτῶν ἔθη.

εὖ οὖν ποιήσεις διαπεμψάμενός πρὸς αὐτοὺς καὶ δοὺς δεξιάς, ὅπως εἰδότες τὴν ἡμετέραν προαίρεσιν εὔθυμοί τε ᾦσιν, καὶ ἡδέως διαγίνωνται πρὸς τῇ τῶν ἰδίων ἀντιλήμψει.

Πρὸς δὲ τὸ ἔθνος ἡ τοῦ βασιλέως ἐπιστολὴ τοιάδε ἦν Βασιλεὺς Ἀντίοχος τῇ γερουσίᾳ τῶν Ἰουδαίων καὶ τοῖς ἄλλοις Ἰουδαίοις χαίρειν.

ἔρρωσθε, εἴη ἂν ὡς βουλόμεθα· καὶ αὐτοὶ δὲ ὑγιαίνομεν.

ἐνεφάνισεν ἡμῖν Μενέλαος βουλόμενος κατελθόντας ὑμᾶς γίνεσθαι πρὸς τοῖς ἰδίοις. 30τοῖς οὖν καταπορευομένοις μέχρι τριακάδος Ξανθικοῦ ὑπάρξει δεξιὰ μετὰ τῆς ἀδείας,