Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἔγνων ὅτι χάριν τούτων εὗρόν με τὰ κακὰ ταῦτα καὶ ἰδοὺ ἀπόλλυμαι λύπῃ μεγάλῃ ἐν γῇ ἀλλοτρίᾳ.

καὶ ἐκάλεσεν Φίλιππον ἕνα τῶν φίλων αὐτοῦ, καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ.

καὶ ἔδωκεν αὐτῷ τὸ διάδημα καὶ τὴν στολὴν αὐτοῦ καὶ τὸν δακτύλιον, τοῦ ἀγαγεῖν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ καὶ ἐκθρέψαι αὐτὸν τοῦ βασιλεύειν.

καὶ ἀπέθανεν ἐκεῖ Ἀντίοχος ὁ βασιλεύς, ἔτους ἐνάτου καὶ τεσσερακοστοῦ καὶ ἑκατοστοῦ.

καὶ ἐπέγνω Λυσίας ὅτι τέθνηκεν ὁ βασιλεύς, καὶ κατέστησεν βασιλεύειν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ ἀντʼ αὐτοῦ ὃν ἐξέθρεψεν νεώτερον, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ, Εὐπάτωρ.

Καὶ οἱ ἐκ τῆς ἄκρας ἦσαν συγκλείοντες τὸν Ἰσραὴλ κύκλῳ τῶν ἁγίων, καὶ ζητοῦντες κακὰ δι᾿ ὅλου καὶ στήρισμα τοῖς ἔθνεσιν.

καὶ ἐλογίσατο Ἰούδας ἐξᾶραι αὐτούς· καὶ ἐξεκκλησίασεν πάντα τὸν λαὸν τοῦ περικαθίσαι ἐπʼ αὐτοὺς

ἔτους πεντηκοστοῦ καὶ ἑκατοστοῦ· καὶ ἐποίησεν ἐπʼ αὐτοὺς βελοστασίας καὶ μηχανάς.

καὶ ἐξῆλθον ἐξ αὐτοῦ ἐκ τοῦ συνκλεισμοῦ, καὶ ἐκολλήθησαν αὐτοῖς τινὲς τῶν ἀσεβῶν ἐξ Ἰσραήλ.

καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα καὶ εἶπαν Ἕως πότε οὐ ποιήσεις κρίσιν, καὶ ἐκδικήσεις τοὺς ἀδελφοὺς ἡμῶν ;

ἡμεῖς εὐδοκοῦμεν δουλεύειν τῷ πατρί σου, καὶ πορεύεσθαι τοῖς ὑπʼ αὐτοῦ λεγομένοις, καὶ κατακολουθεῖν τοῖς προστάγμασιν αὐτοῦ·

ὅτι οἱ τοῦ λαοῦ ἡμῶν χάριν τούτου ἠλλοτριοῦντο ἀφʼ ἡμῶν· πλὴν ὅσοι εὑρίσκοντο ἀφʼ ἡμῶν ἐθανατοῦντο, καὶ αἱ κληρονομίαι ἡμῶν διηρπάζοντο.

καὶ οὐκ ἐφʼ ἡμᾶς μόνον ἐξέτειναν χεῖρα, ἀλλὰ καὶ ἐπὶ πάντα τὰ ὅρια αὐτῶν.

καὶ ἰδοὺ παρεμβεβλήκασι σήμερον ἐπὶ τὴν ἄκραν ἐν Ἰερουσαλήμ, τοῦ καταλαβέσθαι αὐτὴν καὶ τὸ ἁγίασμα, καὶ τὴν Βεθσούραν ὀχύρωσαν.

[*](12 μιμνησκομαι V | ων εποιησα κακων U+05D0 | om τα 1° V | om του V U+05D0V 13 εγνων] + ουν U+05D0c.a | ευρεν U+05D0V 14 φιλω] δουλων V 15 βασιλευειν] pr μη A 16 ενατου…εκατοστου] θ΄ και μ΄ και ρ΄ U+05D0 17 om και 1⁰ U+05D0* (hab U+05D0c.ᵃ) | om αντ αυτου U+05D0 18 συνκλιοντες U+05D0 | στηριγμα U+05D0V 19 εξ εκκλησιασε U+05D0 | του περικαθισαι] om του V 20 ετους] pr και συνηχθησα | αμα και περιεκαθισαν επ αυτην (αυτους V) U+05D0c.a V | πεντηκοστου] ν΄ U+05D0 |εποιησαν V | om επ αυτους U+05D0* (hab U+05D0c.a) V | βελοστασεις U+05D0V | om και 3⁰ U+05D0* (hab U+05D0c.ᵃ) 21 αυτου] αυτων U+05D0V | Ισραηλ] Ιηλμ U+05D0 22 ειπον V | ποιηση U+05D0* (-σεις U+05D0 c.a, c.b) 23 τοις προστ.] pr εν V 24 οτι οι (ου A)] και περιεκα- θη | το επ αυτον (αυτην U+05D0c.ᵇV) οι υιοι U+05D0V | ηλλοτριουντο (-τριωνται U+05D0c.ᵃ)] pr και U+05D0V | πλην οσοι ευρισκοντο αφ ημων] και U+05D0* (πλην οσοι ηυρ. αφ ημ. U+05D0c.ᵃ) | om διηρπαζοντο U+05D0* (hab U+05D0c.a) 26 παρεμβεβληκασιν V | ακρασια U+05D0* (ακρον U+05D0c.a) | om και το αγιασμα V | Βαιθσουρα U+05D0 Βαιθσουραν V |ωχυρασαν U+05D0 ωχυρωσαν V |)
618
[*](A)

καὶ ἐὰν μὴ προκαταλάβῃ αὐτοὺς διὰ τάχους, μείζονα τούτων ποιήσουσιν, καὶ οὐ δυνήσει τοῦ κατασχεῖν αὐτῶν.

Καὶ ὠργίσθη ὁ βασιλεύς, ὅτε ἤκουσεν· καὶ συνήγαγεν πάντας τοὺς φίλους αὐτοῦ, ἄρχοντας δυνάμεως αὐτοῦ, καὶ τοὺς ἐπὶ τῶν ἡνιῶν·

καὶ ἀπὸ βασιλέων ἑτέρων καὶ ἀπὸ νήσων θαλασσῶν ἦλθον πρὸς αὐτὸν δυνάμεις μισθωταί.

καὶ ἦν ὁ ἀριθμὸς τῶν δυνάμεων αὐτοῦ ἑκατὸν χιλιάδες πεζῶν, καὶ εἴκοσι χιλιάδες τῶν ἵππων, καὶ ἐλέφαντες δύο καὶ τριάκοντα εἰδότες πόλεμον.

καὶ ἤλθοσᾳν διὰ τῆς Ἰδουμαίας, καὶ παρενεβάλοσαν ἐπὶ Βεθσουρά, καὶ ἐπολέμησαν ἐπὶ ἡμέρας πολλάς, καὶ ἐποίησαν μηχανάς· καὶ ἐξῆλθαν καὶ ἐνεπύρισαν αὐτοὺς ἐν πυρί, καὶ ἐπολέμησαν ἀνδρωδῶς.

καὶ ἀπῆρεν Ἰούδας ἀπὸ τῆς ἄκρας. καὶ παρενέβαλεν εἰς Βεθζαχαριά, ἀπέναντι τῆς παρεμβολῆς τοῦ βασιλέως.