Machabaeorum i

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐὰν δὲ δειλωθῇ καὶ παρεμβάλῃ πέραν τοῦ ποταμοῦ, διαπεράσομεν πρὸς αὐτόν.

ὡς δὲ ἤγγισεν Ἰούδας ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος, ἔστησεν τοὺς γραμματεῖς τοῦ λαοῦ ἐπὶ τοῦ χειμάρρου, καὶ ἐνετείλατο αὐτοῖς, λέγων Μὴ ἀφῆτε ἄνθρωπον παρεμβαλεῖν, ἀλλὰ ἐρχέσθωσαν πάντες εἰς τὸν πόλεμον.

καὶ διεπέρασεν πρὸς αὐτοὺς πρότερον, καὶ πᾶς ὁ λαὸς αὐτοῦ ἔμπροσθεν αὐτοῦ· καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἔριψαν πάντα τὰ ὅπλα αὐτῶν, καὶ ἔφυγον εἰς τὸ τέμενος ἐν Καρνάιν.

καὶ προκατελάβοντο τὴν πόλιν, καὶ τὸ τέμενος ἐνεπύρισαν ἐν πυρὶ σὺν πᾶσιν τοῖς οὖσιν ἐν αὐτῷ· καὶ ἐτροπώθη ἡ Καρνάιν, καὶ οὐκ ἐδύνατο ἔτι ὑποστῆναι κατὰ πρόσωπον Ἰούδα.

Καὶ συνήγαγεν Ἰούδας πάντα Ἰσραὴλ τοὺς ἐν τῇ Γαλααδίτιδι ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὴν ἀποσκευὴν, παρεμβολὴν μεγάλην σφόδρα, ἐλθεῖν εἰς γῆν Ἰούδα.

καὶ ἦλθον ἕως Ἐφρών, καὶ αὕτη ἡ πόλις μεγάλη ἡ τῆς εἰσόδου, ἰσχυρὰ σφόδρα· οὐκ ἦν ἐκκλῖναι ἀπʼ αὐτῆς δεξιὰν ἢ ἀριστεράν, ἀλλ᾿ ἢ διὰ μέσου αὐτῆς πορεύεσθαι.

καὶ ἀπέκλεισαν αὐτοὺς οἱ ἐκ τῆς πόλεως, καὶ ἐνέφραξαν τὰς πύλας λίθοις.

καὶ ἀπέστειλεν πρὸς αὐτοὺς Ἰούδας λόγοις εἰρηνικοῖς λέγων Διελεύσομαι εἰς τὴν γῆν σου, τοῦ ἀπελθεῖν εἰς τὴν γῆν ἡμῶν· καὶ οὐδεὶς κακοποιήσει ὑμᾶς, πλὴν τοῖς ποσὶν παρελευσόμεθα. καὶ οὐκ ἠβούλοντο ἀνοῖξαι αὐτῷ.

καὶ ἐπέταξεν Ἰούδας κηρῦξαι ἐν τῇ παρεμβολῇ τοῦ παρεμβαλεῖν ἕκαστον ἐν ᾧ ἐστιν τόπῳ.

καὶ παρενέβαλον οἱ ἄνδρες τῆς πόλεως. καὶ ἐπολέμησαν τὴν πόλιν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα, καὶ παρεδόθη ἡ πόλις ἐν χερσὶν αὐτοῦ.

καὶ ἀπώλεσεν πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας, καὶ ἐξεφίζωσευ αὐτήν, καὶ ἔλαβεν τὰ σκῦλα τῆς πόλεως, καὶ διῆλθεν διὰ τῆς πόλεως ἐπάνω τῶν [*](U+05D0V)[*](41 δειλανθη U+05D0 | παρενβαλη U+05D0| διαπε ρασομεν (sic) A | αυτον] + και δυνη- σομεθα προς αυτο | U+05D0 + κ. δ. αυτον V 42 του υδ.] pr κ ενετειλα V* (improb Va⁽ᵛⁱᵈ⁾) | ανθρωπον] pr παντα U+05D0 | παρεμβαλλειν U+05D0 43 προς] επ U+05D0 | προ- τερος U+05D0 | om αυτου 1° U+05D0V | εμπροσθεν] οπισθεν U+05D0V | αυτου 3⁰] αυτων U+05D0 |om παντα 1⁰ U+05D0 | ερριψαν U+05D0V | om παντα 2ᵇ U+05D0V | om εν V 44 om εν 1° V | om ουσιν U+05D0V | om η U+05D0V | ηδυναντο U+05D0V 45 τω] Γαλααδειτιδι U+05D0* (τη Γ. U+05D0c.ᵃ) 46 αυτπολις V* αυτη π. V¹ | η της εισοδου] επι της οδου U+05D0V | ισχυρα] οχυρας (οχυρα U+05D0c.ᵃ V) U+05D0 | δεξια V | αριστερα Vᵃ 48 απεστειλε Va | λογους ειρηνικους V | διελευσομεθα U+05D0V | εις την γην (1⁰)] δια της γης U+05D0V | om του U+05D0 | υμων U+05D0* (ημ. U+05D0c.ᵃ) | αυτω] αυτοις incep U+05D0* (-τω U+05D0¹) 49 επαταξεν U+05D0* (επετ. U+05D01. c.b) | κηρυξαι] pr του U+05D0 | παρεμβαλειν] πα sup ras Aa | εκαστος V | τροπω U+05D0* (τοπ. U+05D0c.ᵇ) 50 πολεως] δυναμεως U+05D0V | επολεμησεν U+05D0 | χερσιν] χιρι U+05D0 | αυτων V 51 κυλα V* (σκ. V¹) | της πολεως (1⁰)] αυτης U+05D0V)

615
ἀπεκταμμένων.

καὶ διέβησαν τὸν Ἰορδάνην εἰς τὸ πεδίον τὸ [*](A) μέγα κατὰ πρώσωπον Βαιθσάν.

καὶ ἦν Ἰούδας ἐπισυνάγων τοὺς ἐσχατίζοντας καὶ παρακαλῶν τὸν λαὸν κατὰ πᾶσαν τὴν ὁδόν, ἕως ἦλθεν εἰς γῆν Ἰούδα.

καὶ ἀνέβησαν εἰς τὸ ὄρος Σιὼν ἐν εὐφροσύνῃ καὶ χαρᾷ· καὶ προσήγαγον ὁλοκαυτώματα, ὅτι οὐκ ἔπεσεν ἐξ αὐτῶν οὐθεὶς ἕως τοῦ ἐπιστρέψαι ἐν εἰρήνῃ.

Καὶ ἐν ταῖς ἡμέραις αἷς ἦν Ἰούδας καὶ Ἰωναθὰν ἐν τῇ Γαλαάδ, καὶ Σίμων ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ Γαλιλαίᾳ κατὰ πρόσωπον Πτολεμαίδος,

ἤκουσεν Ἰωσὴφ ὁ τοῦ Ζαχαρία καὶ Ζαχαρίας ἄρχοντες τῶν δυνάμεων τῶν ἀνδραγαθέσεων καὶ τοῦ πολέμου οἶα ἐποίησαν·

καὶ εἶπαν Ποιήσομεν καὶ αὐτοὶ ἑαυτοῖς ὄνομα, καὶ πορευθῶμεν πολεμῆσαι πρὸς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν.

καὶ παρήγγειλαν τοῖς ἀπὸ τῆς δυνάμεως τῆς μετʼ αὐτῶν, καὶ ἐπορεύθησαν ἐπὶ Ἰαμνίαν.

καὶ ἐξῆλθεν Γοργίας ἐκ τῆς πόλεως, καὶ οἱ ἄνδρες αὐτοῦ εἰς συνάντησιν αὐτοῖς εἰς πόλεμον.

καὶ ἐτροπώθη Ἰώσηφος καὶ Ἀζαρίας. καὶ ἐδιώχθησαν ἕως τῶν ὁρίων τῆς Ἰουδαίας καὶ ἔπεσον ἐν τῇ ἡμἐρᾳ ἐκείνῃ ἐκ τοῦ λαοῦ τοῦ Ἰσραὴλ εἰς δισχιλίους ἄνδρας·