Tobias (Cod. Vaticanus + Cod. Alexandrinus)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
καὶ ἀπέστελλε τοῖς κυρίοις, καὶ ἀπέδωκαν αὐτῇ καὶ αὐτοὶ τὸν μισθόν, προσδόντες καὶ ἔριφον.
ὅτε δὲ ἦλθεν πρὸς μέ, ἤρξατο κράζειν· καὶ εἶπα αὐτῇ Πόθεν τὸ ἐρίφιον; μὴ κλεψιμαῖόν ἐστιν; ἀπόδος αὐτὸ τοῖς κυρίοις· οὐ γὰρ θεμιτόν ἐστιν φαγεῖν κλεψιμαῖον.
ἡ δὲ εἶπεν Δῶρον δέδοταί μοι ἐπὶ τῷ μισθῷ. καὶ οὐκ ἐπίστευον αὐτῇ, καὶ ἔλεγον ἀποδιδόναι αὐτὸ τοῖς κυρίοις, καὶ ἠρυθρίων πρὸς αὐτήν· (²²)ἡ δὲ ἀποκριθεῖσα εἶπέν μοι Ποῦ εἰσιν αἱ ἐλεημοσύναι σου καὶ αἱ δικαιοσύναι σου; ἰδοὺ γνωστὰ πάντα μετὰ σοῦ.
Καὶ λυπηθεὶς ἔκλαυσα, καὶ προσευξάμην μετʼ ὀδύνης (²)λέγων
Δίκαιος εἶ, Κύριε, καὶ πάντα τὰ ἔργα σου καὶ πᾶσαι αἱ ὁδοί σου ἐλεημοσύναι καὶ ἀλήθεια, καὶ κρίσιν ἀληθινὴν καὶ δικαίαν σὺ κρίνεις εἰς τὸν αἰῶνα.
μνήσθητί μου καὶ ἐπίβλεψον ἐπʼ ἐμέ· μὴ ἐκδικῇς ταῖς ἁμαρτίαις μου καὶ τοῖς ἀγνοήμασίν μου καὶ τῶν πατέρων μου, ἃ ἥμαρτον ἐνώπιόν σου.
παρήκουσαν γὰρ τῶν ἐντολῶν σου· ἔδωκας ἡμᾶς εἰς διαρπαγὴν καὶ [*](A) [*](10 Ελυμαιδα A 11 γυναικιοις A 12 απεστελλεν A | αυτη] αυτη·) A 13 κραζειν] κραυαζειν A | ειπα] ειπον A 14 ιδε U+05D0*] ιδου U+05D0c.a III 2 συ] σοι A 3 μη] + με A | εκδικησης A | α] οι U+05D0c.aA 4 παρη- κουσα U+05D0*] παρηκουσαν U+05D0c.a | εδωκας] pr και A | δ:αρπαγην] αρπαγην A)
καὶ νῦν πολλαὶ αἱ κρίσεις σού εἰσιν ἀληθιναί, ἐξ ἐμοῦ ποιῆσαι περὶ τῶν ἁμαρτιῶν μου καὶ τῶν πατέρων μου, ὅτι οὐκ ἐποιήσαμεν τὰς ἐντολάς σου· οὐ γὰρ ἐπορεύθημεν ἐν ἀληθεία ἐνώπιόν σου.
καὶ νῦν κατὰ τὸ ἀρεστόν σου ποίησον μετʼ ἐμοῦ· ἐπίταξον ἀναλαβεῖν τὸ πνεῦμά μου, ὅπως ἀπολυθῶ καὶ γένωμαι γῆ· διότι λυσιτελεῖ μοι ἀποθανεῖν ἡ ζῆν, ὅτι ὀνειδισμοὺς ψευδεῖς ἤκουσα, λύπη ἐστὶν πολλὴ ἐν ἐμοί ἐπίταξον ἀπολυθῆναί με τῆς ἀνάγκης δή εἰς τὸν αἰώνιον τόπον, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ.
Ἐν τῇ αὐτῇ ἡμέρᾳ συνέβη τῇ θυγατρὶ Ῥαγουὴλ Σάρρᾳ ἐν Ἐκβατάνοις τῆς Μηδείας, καὶ ταύτην ὀνειδισθῆναι ὑπὸ παιδισκῶν πατρὸς αὐτῆς,
ὅτι ἦν δεδομένη ἀνδράσιν ἑπτά, καὶ Ἀσμόδαυς τὸ πονηρὸν δαιμόνιον ἀπέκτεινεν αὐτοὺς πρὶν ἢ γενέσθαι αὐτοὺς μετʼ αὐτῆς ὡς ἐν γυναιξίν· (9)καὶ εἶπαν αὐτῇ Οὐ συνίεις ἀποπνίγουσά σου τοὺς ἄνδρας; ἤδη ἑπτὰ ἔσχες. καὶ ἑνὸς αὐτῶν οὐκ ὠνάσθης.
τί ἡμᾶς μαστιγοῖς; εἰ ἀπέθανον, βάδιζε μετʼ αὐτῶν· μὴ ἴδοιμέν σου υἱὸν ἡ [*](5 αληθιναι] + αι οδοι σου U+05D0c.a | μου U+05D0*] +Ӄ των U+05D0ποων μου U+05D0c.a 6 σου 1⁰] A pr ενωπιον A | αποθανειν] pr μαλλον A | λυπη] pr και A 7 τη θυγατρι] om | τη A | Μηδιας A | υπο] απο A | πατρος] pr του A 8 Ασμοδεος | Ασμοδαιος A | ειπαν] ειπεν A | ωνασθης] ωνομασθης Bᵃ? b) 9 απεθανε )Bᵃ | υιον U+05D0*]+σου U+05D0c.a)
ταῦτα ἀκούσασα ἐλυπήθη σφόδρα ὥστε ἀπάγξασθαι· καὶ εἶπεν Μία μέν εἰμι τῷ πατρί μου· ἐὰν ποιήσω τοῦτο, ὄνειδος αὐτῷ ἔσται, καὶ τὸ γῆρας αὐτοῦ κατάξω μετʼ ὀδύνης εἰς ἄδου.
καὶ ἐδεήθη πρὸς τῆ θυρίδι καὶ εἶπεν Εὐλογητὸς εἶ, Κύριε ὁ θεός μου, καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔντιμον εἰς τοὺς αἰῶνας· εὐλογήσαισάν σε πάντα τὰ ἔργα σου εἰς τὸν αἰῶνα.
καὶ νῦν, Κύριε, τοὺς ὀφθαλμούς μου καὶ τὸ πρόσωπόν μου εἰς σὲ δέδωκα.
εἰπὸν ἀπολῦσαί με ἀπὸ τῆς γῆς καὶ μὴ ἀκοῦσαί με μηκέτι ὀνειδισμόν.
σὺ γινώσκεις, Κύριε, ὅτι καθαρά εἰμι ἀπὸ πάσης ἁμαρτίας καὶ ἀνδρός,
καὶ οὐκ ἐμόλυνα τὸ ὄνομά μου οὐδὲ τὸ ὄνομα τοῦ πατρός μου ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου. μονογενής εἰμι τῷ πατρί μου, καὶ οὐχ ὑπάρχει αὐτῷ παιδίον ὃ κληρονομήσει αὐτόν, οὐδὲ ἀδελφὸς ἐγγὺς οὐδὲ ὑπάρχων αὐτῷ υἱὸς ἵνα συντηρήσω ἐμαυτὴν αὐτῷ γυναῖκα. ἤδη ἀπώλοντό μοι ἑπτά· ἵνα τί μοι ζῆν; καὶ εἰ μὴ δοκεῖ σοι ἀποκτεῖναί με, ἐπίταξον ἐπιβλέψαι ἐπʼ ἐμὲ καὶ ἐλεῆσαί με, καὶ μηκέτι ἀκοῦσαί με ὀνειδισμόν.
Καὶ εἰσηκούσθη προσευχὴ ἀμφοτέρων ἐνώπιον τῆς δόξης [*](A) [*](10 εσται] εστιν Α | αδους U+05D0* (αδου U+05D0c.a) 14 om και BᵃᵇA 15 της αιχμ.] om της A | υιος ινα] υιος ι sup ras A | αυτην U+05D0* (εμαυτην U+05D0c.a) | αυτω γυ sup ras U+05D0¹ αυτω γυναι sup ras Aa (seq ras 2 litt) | κα (pro κε) U+05D0edit 16 εισηκουσθη] εισηκουσεν κς A | προσευχη Ba] προσευχης B* της προσευχης A)
καὶ ἀπεστάλη ἰάσασθαι τοὺς δύο, τοῦ [*](B) Τωβεὶτ λεπίσαι τὰ λευκώματα, καὶ Σάρραν τὴν τοῦ Ῥαγουὴλ δοῦναι Τωβίᾳ τῷ υἱῷ Τωβεὶτ γυναῖκα, καὶ δῆσαι Ἀσμόδαυν τὸ πονηρὸν δαιμόνιον, διότι Τωβίᾳ ἐπιβάλλει κληρονομῆσαι αὐτήν. ἐν αὐτῷ τῷ καιρῷ ἐπιστρέψας Τωβεὶτ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ Σάρρα ἡ τοῦ Ῥαγουὴλ κατέβη ἐκ τοῦ ὑπερῴου αὐτῆς.