Tobias (Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐμνήσθη Τωβεὶτ περὶ τοῦ ἀργυρίου οὗ παρέθετο Ταβαὴλ ἐν Ῥάγοις τῆς Μηδίας.

καὶ εἶπεν ἐν ἑαυτῷ Ἐγὼ ᾐτησάμην θάνατον, τί οὐ καλῶ Τωβίαν τὸν υἱόν μου ἴνα αὐτῷ ὑποδείξω πρὶν ἀποθανεῖν με

καὶ καλέσας αὐτὸν εἶπεν Παιδίον, (3)ἐὰν ἀποθάνω θάψον με, καὶ μὴ ὑπερίδῃς τὴν μητέρα σου· τίμα αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, καὶ ποίει τὸ ἀρεστὸν αὐτῇ καὶ μὴ λυπήσῃς αὐτήν.

μνήσθητι, παιδίον, ὅτι πολλοὺς κινδύνους ἑόρακεν ἐπὶ σοὶ ἐν τῇ κοιλίᾳ· (¹⁵)ὅταν ἀποθάνῃ, θάψον αὐτὴν παρʼ ἐμοὶ ἐν ἑνὶ τάφῳ.

πάσας τὰς ἡμέρας. παιδίον, Κυρίου τοῦ θεοῦ ἡμῶν μνημόνευε· μὴ θελήσῃς παραβῆναι τὰς ἐντολὰς αὐτοῦ. δικαιοσύνην ποίει [*](17 Τωβιτ A (ter ; ita ubique) | λεπισαι] λιπεισαι A* ras λι A? | Σαρρα U+05D0* A (Σαρραν U+05D0¹) | τη Ραγουηλ U+05D0* την του Ραγ. U+05D0c.a | Τωβειτ 2⁰] pr του A | Ασμοδαιον A IV 1 αργυριου] inter ρ 2⁰ et ι parva ras in Bvⁱᵈ | Μηδειας Bᵃᵇ 2 εν εαυτω] αυτω A | om Τωβειαν A 4 εωρακεν BᵇA 5 πασας τας ημ. cum praeced coniung Avid | μη 1⁰] pr και A | θελησης] αμαρτανειν και Bᵃᵇ ᵐᵍ A | δικαιοσυνην] pr και A | ποιειν A)

824
[*](B) πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, καὶ μὴ πορευθῇς ταῖς ὁδοῖς τῆς ἀδικίας.

διότι ποιοῦντός σου τὴν ἀλήθειαν εὐοδίαι ἔσονται ἐν τοῖς ἔργοις σου καὶ πᾶσι τοῖς ποιοῦσι τὴν δικαιοσύνην.

ἐκ τῶν ὑπαρχόντων σοι ποίει ἐλεημοσύνην, καὶ μὴ φθονεσάτω σου ὁ ὀφθαλμὸς ἐν τῷ ποιεῖν σε ἐλεημοσύνην· καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ παντὸς πτωχοῦ, καὶ ἀπὸ σοῦ οὐ μὴ ἀποστραφῇ τὸ πρόσωπον τοῦ θεοῦ.

ὡς σοὶ ὑπάρχει κατὰ τὸ πλῆθος, ποίησον ἐξ αὐτῶν ἐλεημοσύνην· ἐὰν ὀλίγον σοι ὑπάρχῃ, κατὰ τὸ ὀλίγον μὴ φοβοῦ ποιεῖν ἐλεημοσύνην.

θέμα γὰρ ἀγαθὸν θησαυρίζεις σεαυτῷ εἰς ἡμέραν ἀνάγκης.

διότι ἐλεημοσύνη ἐκ θανάτου ῥύεται, καὶ οὐκ ἐάσει ἐλθεῖν εἰς τὸ σκότος.

δῶρον γὰρ ἀγαθόν ἐστιν ἐλεημοσύνη πᾶσι τοῖς ποιοῦσιν αὐτὴν ἐνώπιον τοῦ ὑψίστου.

πρόσεχε σεαυτῷ, παιδίον, ἀπὸ πάσης πορνείας, καὶ γυναῖκα πρῶτον λάβε ἀπὸ τοῦ σπέρματος τῶν πατέρων σου· μὴ λάβῃς γυναῖκα ἀλλοτρίαν ἣ οὐκ ἔστιν ἐκ τῆς φυλῆς τοῦ πατρός σου, διότι υἱοὶ προφητῶν ἐσμεν. Νῶε, Ἀβραάμ, Ἰσαάκ, Ἰακώβ, οἱ πατέρες ἡμῶν ἀπὸ τοῦ αἰῶνος, μνήσθητι, παιδίον, ὅτι αὐτοὶ πάντες ἔλαβον γυναῖκας ἐκ τῶν ἀδελφῶν αὐτῶν, καὶ εὐλογήθησαν ἐν τοῖς τέκνοις αὐτῶν, καὶ τὸ σπέρμα αὐτῶν κληρονομήσει γῆν.

καὶ νῦν, παιδίον, ἀγάπα τοὺς ἀδελφούς σου, (14)καὶ μὴ ὑπερηφανεύου τῇ καρδίᾳ σου ἀπὸ τῶν ἀδελφῶν σου καὶ τῶν υἱῶν καὶ θυγατέρων τοῦ λαοῦ σου, λαβεῖν σεαυτῷ ἐξ αὐτῶν γυναῖκα. διότι ἐν τῇ ὑπερηφανίᾳ ἀπωλία καὶ ἀκαταστασία πολλή, καὶ ἐν τῇ ἀχρεότητι ἐλάττωσις καὶ ἔνδεια μεγάλη· ἡ γὰρ ἀχρεότης μήτηρ ἐστὶν τοῦ λιμοῦ.

μισθὸς παντὸς ἀνθρώπου ὃς ἐὰν ἐργάσηται παρὰ σοὶ μὴ αὐλισθήτω, ἀλλὰ ἀπόδος αὐτῷ παραυτίκα· ἐὰν δουλεύσῃς τῷ θεῷ, ἀποδοθήσεταί σοι. πρόσεχε σεαυτῷ, παιδίον, ἐν πᾶσι τοῖς ἔργοις σου, καὶ ἴσθι πεπαιδευμένος ἐν πάσῃ ἀναστροφῇ σου.

καὶ ὁ μισεῖς [*](A) [*](6 αληθιαν B*U+05D0A ( -θειαν Bᵃᵇ) 7 σοι] σου A | om σε A | om και 2⁰ A 8 φοβου ποιειν] ου ποι sup ras Bᵃᵇ 10 ελεημοσυνην A (ν ras A?) | εασει] | εασεις A 11 om γαρ A | πασιν A 12 μη] pr και A | Ισαακ] pr | και A | Ιακωβ] pr και A | αυτοι] ουτοι A | ηυλογισθησαν A 13 απωλεια BᵃᵇA 14 εαν 2⁰] pr και A)

825
μηδενὶ ποιήσῃς. οἶνον εἰς μέθην μὴ πίῃς. καὶ μὴ πορευθήτω [*](B) μετὰ σοῦ μέθη ἐν τῇ ὁδῷ σου.

ἐκ τοῦ ἄρτου σου δίδου πεινῶντι, καὶ ἐκ τῶν ἱματίων σου τοῖς γυμνοῖς· πᾶυ ὃ ἐὰν περισσεύσῃ σοι ποίει ἐλεημοσύνην, καὶ μὴ φθονεσάτω σου ὁ ὀφθαλμὸς ἐν τῷ ποιεῖν σε ἐλεημοσύνην.

ἔκχεον τοὺς ἄρτους σου ἐπὶ τὸν τάφον τῶν δικαίων, καὶ μὴ δῷς τοῖς ἁμαρτωλοῖς.

συμβουλίαν παρὰ παντὸς φρονίμου ζήτησον, καὶ μὴ καταφρονήσῃς ἐπὶ πάσης συμβουλίας χρησίμης.

καὶ ἐν παντὶ καιρῷ εὐλόγει Κύριον τὸν θεόν, καὶ παρʼ αὐτοῦ αἴτησον ὅπως αἱ ὁδοί σου εὐθεῖαι γένωνται καὶ πᾶσαι αἱ τρίβοι καὶ βουλαὶ εὐοδωθῶσιν. διότι πᾶν ἔθνος οὐκ ἔχει βουλήν, ἀλλὰ αὐτὸς ὁ κύριος δίδωσιν πάντα τὰ ἀγαθὰ καὶ ὃ ἐὰν θέλῃ ταπεινοῖ, καθὼς βούλονται. καὶ νῦν, παιδίον, μνημόνευε τῶν ἐντολῶν μου, καὶ μὴ ἐξαλειφθήτωσαν ἐκ τῆς καρδίας σου.

καὶ νῦν ἐπιδεικνύω σοι τὰ δέκα τάλαντα τοῦ ἀργυρίου ἃ παρεθέμην Γαβαήλῳ τῷ τοῦ Γαβρεία ἐν Ῥάγοις τῆς Μηδείας.