Tobias (Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

ἐπορευόμην εἰς τὴν Μηδίαν, καὶ παρεθέμην Γαβαήλῳ τῷ ἀδελφῷ Γαβρία ἐν Ῥάγοις τῆς Μηδίας ἀργυρίρυ τάλαντα δέκα.

Καὶ ὅτε ἀπέθανεν Ἐνεμεσσάρ, ἐβασίλευσεν Ἀχηρεὶλ ὁ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ, καὶ αἱ ὁδοὶ αὐτοῦ ἠκαταστάτησαν καὶ οὐκέτι ἠδυνάσθην πορευθῆναι εἰς τὴν Μηδείαν.

καὶ ἐν ταῖς ἡμέραις Ἐνεμεσσάρου ἐλεημοσύνας πολλὰς ἐποίουν τοῖς ἀδελφοῖς μου·

τοὺς ἄρτους μου ἐδίδουν τοῖς πεινῶσιν καὶ ἱμάτια τοῖς γυμνοῖς, καὶ εἵ τινα ἐκ τοῦ γένους μου ἐθεώρουν τεθνηκότα καὶ ῥεριμμένον ὀπίσω τοῦ τείχους Νινευή, ἔθαπτον αὐτόν.

καὶ εἵ τινα ἀπέκτεινεν Ἀχηρεὶλ ὁ βασιλεύς, ὅτε ἦλθεν φεύγων ἐκ τῆς Ἰουδαίας, ἔθαψα αὐτοὺς κλέπτων· πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ· καὶ ἐζητήθη ὑπὸ τοῦ βασιλέως τὰ σώματα, καὶ οὐχ εὑρέθη.

πορευθεὶς [*](10 γενους] + μου A 14 επορευομην] pr και A | Μηδειαν (item 15, A Μηδειας Bᵃᵇ | Γαβηλω U+05D0*] Γαβαηλω U+05D0c.a 15 Ενεμεσσαρος A | Αχηρειλ] Αχηρεια Bᵇ ᵛⁱᵈ Σενναχηρειμ A | ηκαταστατησαν] κατεστησαν A 16 εν τπις] pr και U+05D0c.a? | εποιουν] ουν sup ras 4 litt Aᵃ 17 ιματια] τα ιμ. μου A | εριμμενον A | οπισω] επι A | Νινευη] pr εις A 18 Αχηρειλ] Σενναχηρειμ A | Σενναχηρειμ 1⁰ U+05D0*] + ο βασιλευς U+05D0c.a(vid))

818
[*](B) δὲ εἰς τῶν ἐν Νινευὴ ὑπέδειξε τῷ βασιλεῖ περὶ ἐμοῦ ὅτι θάπτω αὐτούς, καὶ ἐκρύβην· ἐπιγνοὺς δὲ ὅτι ζητοῦμαι ἀποθανεῖν, φοβηθεὶς ἀνεχώρησα.

καὶ διηρπάγη πάντα τὰ ὑπάρχοντά μου, (23) καὶ οὐ κατελείφθη μοι οὐδὲν πλὴν Ἅννας τῆς γυναικός μου καὶ Τωβεὶτ τοῦ υἱοῦ μου.

καὶ οὐ διῆλθον ἡμέραι πεντήκοντα ἕως οὗ ἀπέκτειναν αὐτὸυ οἱ δύο υἱοὶ αὐτοῦ, καὶ ἔφυγον εἰς τὰ ὄρη Ἀραράθ· καὶ ἐβασίλευσεν Σαχερδονὸς ὁ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ, καὶ ἔταξεν Ἀχιάχαρον τὸν Ἀναὴλ υἱὸν τοῦ ἀδελφοῦ μου ἐπὶ πᾶσαυ τὴν ἐκλογιστείαν τῆς βασιλείας αὐτοῦ καὶ ἐπὶ πᾶσαν τὴν διοίκησιν.

καὶ ἠξίωσεν Ἀχιάχαρος περὶ ἐμοῦ, καὶ ἦλθον εἰς Νινευή. Ἀχιάχαρος δὲ ἦν ὁ οἰνοχόος καὶ ἐπὶ τοῦ δακτυλίου καὶ διοικητὴς καὶ ἐκλογιστής, καὶ κατέστησεν αὐτὸν ὁ Σαχερδονός, υἱὸς ἐκ δευτέρας· ἦν δὲ ἐξάδελφός μου.

Ὅτε δὲ κατῆλθον εἰς τὸν οἶκόν μου καὶ ἀπεδόθη μοι Ἅννα ἡ γυνὴ μου καὶ Τωβίας ὁ υἱός μου, ἐν τῇ πεντηκοστῇ ἑορτῇ ἥ ἐστιν ἁγία ἑπτὰ ἑβδομάδων, ἐγενήθη ἄριστον καλόν μοι· ἀνέπεσα τοῦ φαγεῖν.

καὶ ἐθεασάμην ὄψα πολλά, καὶ εἶπα τῷ υἱῷ μου Βάδισον [*](A) [*](19 εν Νινευη] Νινευιτων A | υπεδεξεν A | θαπτω] εθαπτον A 20 Τω· βειτ] Τωβιου A 21 τεσσερακοντα] ν΄ U+05D0c.a mg | εφυγεν U+05D0* (-γον U+05D0c.a) Αραρατ A | Σαχερδαν A | Αχειαχαρον U+05D0c.a | υιον] pr τον A | εκλογιστιαν A 22 οινοχοος] οινοδοχος A | βασιλεως] βασιλεα U+05D0c.a | Σαχερδονοσος A ο Σαχ. U+05D0c.a (om ο U+05D0*) | ην] η U+05D0* II 1 om δε A | εορτη] pr τη A | ανεπεσα] και | ανεπαυ|σαμην A | φαγειν] α sup ras Aa)

819
καὶ ἄγαγε ὃν ἐὰν εὕρῃς τῶν ἀδελφῶν ἡμῶν ἐνδεῆ ὃς μέμνηται τοῦ [*](B) κυρίου, καὶ ἰδοὺ μένω σε.

καὶ ἐλθὼν εἶπεν Πάτερ, εἰς ἐκ τοῦ γένους ἡμῶν ἐστραγγαλωμένος ἔρριπται ἐν τῇ ἀγορῷ.