Tobias (Cod. Vaticanus + Cod. Alexandrinus)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
BΙBΛΟΣ λόγων Τωβεὶτ τοῦ Τωβιὴλ τοῦ Ἁνανιὴλ τοῦ Ἀδουὴλ τοῦ [*](B) Γαβαήλ, ἐκ τοῦ σπέρματος Ἀσιήλ, ἐκ τῆς φυλῆς Νεφθαλείμ,
ὃς ᾐχμαλωτεύθη ἐν ἡμέραις Ἐνεμεσσάρου τοῦ βασιλέως Ἀσσυρίων ἐκ Θίσβης, ἥ ἐστιν ἐκ δεξιῶν Κυδιὼς τῆς Νεφθαλεὶμ ἐν τῇ Γαλειλαίᾳ ὑπεράνω Ἀσήρ.
Ἐγὼ Τωβεὶτ ὁδοῖς ἀληθείας ἐπορευόμην καὶ δικαιοσύνῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. καὶ ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου καὶ τῷ ἔθνει τοῖς προπορευθεῖσιν μετ᾿ ἐμοῦ εἰς χώραν Ἀσσυρίων εἰς Νινευή.
καὶ ὅτε ἤμην ἐν τῇ χώρᾳ μου ἐν τῇ γῇ Ἰσραήλ, νεωτέρου μου ὄντος, πᾶσα φυλὴ τοῦ Νεφθαλεὶμ τοῦ πατρός μου ἀπέστη ἀπὸ τοῦ οἴκου Ἰεροσολύμων, τῆς ἐκλεγείσης ἀπὸ πασῶν τῶν φυλῶν Ἰσραὴλ εἰς τὸ θυσιάζειν πάσας τὰς φυλάς· καὶ ἡγιάσθη ὁ ναὸς τῆς κατασκηνώσεως τοῦ ὑψίστου καὶ ᾠκοδομήθη εἰς πάσας [*](Inscr Τωβειθ U+05D0 I 1 Τωβιτ A | Αδουηλ] Ναυη A | Γαβαηλ] A Γαμαηλ A 2 Φιβης A | Κυδιων A | Γαλιλ. Β?A | υπερ|ανω B* υπερα|νω Bᵇ υπερ U+05D0? 3 Τωβιτ A | δικαιοσυνης A | εθνει] + μου A | προπορευθει- σιν] συνπορευομενοις A 4 οικοδομηθη A)
καὶ πᾶσαι αἱ φυλαὶ αἱ συναποστᾶσαι ἔθυον τῇ Βάαλ τῇ δαμάλει, καὶ ὁ οἶκος Νεφθαλεὶμ τοῦ πατρός μου.
κἀγὼ μόνος (⁶)ἐπορευόμην πλεονάκις ἐν Ἰεροσολύμοις ταῖς ἑορταῖς, καθὼς γέγραπται παντὶ τῷ Ἰσραὴλ ἐν προστάγματι αἰωνίῳ, τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας τῶν γενημάτων καὶ τὰς προκουρίας ἔχων·
καὶ ἐδίδουν αὐτὰς τοῖς ἱερεῦσιν τοῖς υἱοῖς Ἀαρὼν πρὸς τὸ θυσιαστήριον τῶν γενημάτων· τὴν δεκάτην ἐδίδουν τοῖς υἱοῖς Λευεὶ τοῖς θεραπεύουσιν εἰς Ἰερουσαλήμ, καὶ τὴν δευτέραν δεκάτην ἀπεπρατιζόμην, καὶ ἐπορευόμην καὶ ἐδαπάνων αὐτὰ ἐν Ἰεροσολύμοις καθʼ ἕκαστον ἐνιαυτόν· ⁸καὶ τὴν τρίτην ἐδίδουν οἷς καθήκει, καθὼς ἐνετείλατο Δεββώρα ἡ μήτηρ τοῦ πατρός μου, διότι ὀρφανὸς κατελείφθην ὑπὸ τοῦ πατρός μου.
καὶ ὅτε ἐγενόμην ἀνήρ, ἔλαβον Ἄνναν γυναῖκα ἐκ τοῦ σπέρματος τῆς πατριᾶς ἡμῶν, καὶ ἐγέννησα ἐξ αὐτῆς Τωβίαν.
καὶ ὅτε ἠχμαλωτίσθημεν [*](A) [*](5 om παντες οι αδελφοι μου (ου U+05D0* μ superscr U+05D0ᵃ⁽ᵛⁱᵈ) U+05D0c.a (hab πασαι αι φυλαι αι συναποστα|σαι εθυον τη Βααλ τη δαμαλι U+05D0c.a mg) | Νεφθαλειμ] pr του A 6 καγω] και εγω A | εν Ιεροσολυμοις B* ᵛⁱᵈ] εις Ιεροσολυμα BᵃᵇA | ταις εορτ.] pr εν BᵃᵇA (om B*ᵛⁱᵈ) | τας προκουριας] post τας seq ras in B ; π B?ᵐᵍ sin sinistr τ. πρωτοκυριας A 7 αυτας] αυτα A | Αρων A | θυσιαστηριον] + παντων των γενηματων U+05D0c.a ᵐᵍ | των γεν.] των των γεν, B* παντων των γεν. BᵃᵇA | του σοτου και του οινου U+05D0c.a | ελαιων U+05D0* ελαιου U+05D0c.a | και 6⁰] + των κυκων κ U+05D0c.a ᵐᵍᵍ | κροδρυων U+05D0* (ακρ. U+05D0c.a) | om εις A 8 οις] τοις B* (οις Bᵇ ᵛⁱᵈ) | τοις υιοις] pr εδιδουν U+05D0c.a ᵛⁱᵈ | Δεμβωρα A 9 εγεθην U+05D0* (εγενηθ. U+05D0c.ᵃ) 10 αιχμαλωτισθηναι U+05D0*] + με U+05D0c.a | ηχμαλωτισθημεν] ηχμαλωτισθην A)
ἐγὼ δὲ συνετήρησα τὴν ψυχήν μου μὴ φαγεῖν,
καθότι ἐμεμνήμην τοῦ θεοῦ ἐν ὅλῃ τῇ ψυχῇ μου.
καὶ ἔδωκεν ὁ ὕψιστος χάριν καὶ μορφὴν ἐνώπιον Ἐνεμεσσάρου, καὶ ἤμην αὐτοῦ ἀγοραστής.