Judith

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

σὺ δὲ Ἀχιώρ, μισθωτὲ τοῦ Ἀμμών. ὃς ἐλάλησας τοὺς λόγους τούτους ἐν ἡμέρᾳ ἀδικίας σου, οὐκ ὄψῃ ἔτι τὸ πρόσωπόν μου ἀπὸ τῆς ἡμέρας ταύτης ἕως οὗ ἐκδικήσω τὸ γένος τῶν ἐξ Αἰγύπτου·

καὶ τότε διελεύσεται ὁ σίδηρος τῆς στρατείας μου καὶ ὁ λαὸς τῶν θεραπόντων μου τὰς πλευράς σου, καὶ πεσῇ ἐν τοῖς τραυματίαις αὐτῶν ὅταν ἐπιστρέψωσιν·

καὶ ἀποκαταστήσουσίν σε οἱ δοῦλοί μου εἰς τὴν ὀρινὴν καὶ θήσουσίν σε ἐν μιᾷ τῶν πόλεων τῶν ἀναβάσεων,

καὶ οὐκ ἀπολῇ ἕως οὗ ἐξολεθρευθῇς μετʼ αὐτῶν.