Esdras i (liber apocryphus)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
καὶ ἔγραψεν πᾶσι τοῖς Ἰουδαίοις τοῖς ἀναβαίνουσιν ἀπὸ τῆς βασιλείας εἰς τὴν Ἰουδαίαν ὑπέρ τῆς ἐλευθερίας, πάντα δυνατὸν καὶ σατράπην καὶ τοπάρχην καὶ οἰκονόμον μὴ ἐπελεύσεσθαι ἐπὶ τὰς θύρας αὐτῶν,
καὶ πᾶσαν τὴν χώραν ἣν κρατήσουσιν ἀφορολόγητον αὐτοῖς ὑπάρχειν· καὶ ἵνα οἱ Χαλδαῖοι ἀφίουσι τὰς κώμας ἃς διακρατοῦσιν τῶν Ἰουδαίων·
καὶ εἰς τὴν οἰκοδομὴν τοῦ ἱεροῦ δοθῆναι κατʼ ἐνιαυτὸν τάλαντα εἴκοσι μέχρι τοῦ οἰκοδομηθῆναι.
καὶ ἐπὶ τὸ θυσιαστήριον ὁλοκαυτώματα καρποῦσθαι καθʼ ἡμέραν, καθὰ ἔχουσιν ἐντολὴν ἑπτὰ καὶ δέκα προσφέρειν, ἄλλα τάλαντα, δέκα κατʼ ἐνιαυτόν·
καὶ πᾶσιν τοῖς προσβαίνουσιν ἀπὸ τῆς Βαβυλωνίας κτίσαι [*](A) [*](41 ειπεν A 42 ον τροπον] ανθ ων A | μου 2⁰] μοι A* (μου A) 44 om και 2⁰ A | εχωρισεν] εξεχωρησεν A 45 ηυξω A | Ιουδαιοι] Ιδουμαιοι A | ηρημωθη A 46 οσα] ο σε Bᵃᵇ (ε superscr) A | η μεγαλ.] om η A 47 οικονομους] pr τους A | σατραπας sup ras Aᵃ? | μετ] μ sup ras Aᵃ 48 πασιν A | Φοινικη] Φοινεικη B* (Φοινικ. Bᵇ) Φοινικ sup ras A | om και 4° A 49 πασιν A | μη] και A* (improb Aᵃ?) | επιλευεσθαι B* (σ superscr B ᵃᵇ) 50 κρατησουσιν] κρατουσιν A | Χαλδαιοι]| Ιδουμαιοι A | αφιουσι] αφοριουσι (ορ superscr) Bᵃᵇ αφιωσιν A)
ἔγραψεν δὲ καὶ τὴν χορηγίαν καὶ τὴν ἱερατικὴν στολὴν ἐν τίνι λατρεύουσιν ἐν αὐτῇ.
καὶ τοῖς Λευείταις ἔγραψεν δοῦναι τὴν χορηγίαν ἕως τῆς ἡμέρας ᾖ ἐπιτελεσθῇ ὁ οἶκος καὶ Ἰερουσαλὴμ οἰκοδομηθῆναι.
καὶ πᾶσι τοῖς φρουροῦσι τὴν πόλιν, ἔγραψε δοῦναι αὐτοῖς κλήρους καὶ ὀψώνια.
καὶ ἐξαπέστειλεν πάντα τὰ σκεύη ἃ ἐχώρισεν Κῦρος ἀπὸ Βαβυλῶνος· καὶ πάντα ὅσα εἶπεν Κῦρος ποιῆσαι, καὶ αὐτὸς ἐπέταξεν ποιῆσαι καὶ ἐξαποστεῖλαι εἰς Ἰερουσαλήμ.
Καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος, ἄρας τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ἰερουσαλὴμ εὐλόγησεν τῷ βασιλεῖ τοῦ οὐρανοῦ (59)λέγων