Esdras i (liber apocryphus)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
καἰ οὐκ ἔστιν παρʼ αὐτὴν λαμβάνειν πρόσωπα οὐδὲ διάφορα, ἀλλὰ τὰ δίκαια ποιεῖ ἀπὸ πάντων τῶν ἀδίκων καὶ πονηρῶν· καὶ πάντες εὐδοκοῦσι τοῖς ἔργοις αὐτῆς,
καὶ οὐκ ἔστιν ἐν τῇ κρίσει αὐτῆς οὐθὲν ἄδικον. καὶ αὕτη ἡ ἰσχὺς καὶ τὸ βασίλειον καὶ ἡ ἐξουσία καὶ [*](23 πλεῖ A 24 ερωμενη] ερη|μωμενη A 28 ευλαβουνται] + αυτον A A 30 αυτη] εαυτη A | ερραπιζεν Bᵃᵇ 31 αυτην 1 0 B ᵃᵇ A] αυτω B* | προσγε- λαση A | κολοκαυει B* κολοκευει Bᵃ (κολακευει B ᵇ A) 32 ουκ B ᵇ] ουχ B* ουχι A | ισχυραι] pro σ aliq al coep B*vid 33 εβλεπον] ενεβλεπον A | εις] ετερος προς A 34 εαυ B* (εαυτου B ᵃᵇ) 36 ουδεν A 37 αυτων 2⁰] εαυ- των A 38 και η] η δε A | ισχυσει A 39 αυτην] αυτη A | διαφθορα A (διαφορα A?) | ποιειν A* | om και 2⁰ A | ευδοκουσιν A 40 ουδεν A)
καὶ ἐσιώπησεν τοῦ λαλεῖν· καὶ πᾶς ὁ λαὸς τότε ἐφώνησεν καὶ τότε εἶπον Μεγάλη ἡ ἀλήθεια καὶ ὑπερισχύει.
Τότε ὁ βασιλεὺς εἶπεν αὐτῷ Αἴτησαι ὃ θέλεις πλείω τῶν γεγραμμένων, καὶ δώσομέν σοι, ὃν τρόπον εὑρέθης σοφώτερος· καὶ ἐχόμενός μου καθήσῃ, καὶ συγγενής μου κληθήσῃ.
τότε εἶπεν τῷ βασιλεῖ Μνήσθητι τὴν εὐχὴν ἣν ηὔξω οἰκοδομῆσαι τὴν Ἰερουσαλὴμ ἐν τῇ ἡμέρᾳ ᾗ τὸ βασίλειόν σου παρέλαβες,
καὶ πάντα τὰ σκεύη τὰ λημφθέντα ἐξ Ἰερουσαλὴμ καὶ ἐκπέμψαι ἃ ἐχώρισεν Κῦρος, ὅτε ηὔξατο ἐκκόψαι Βαβυλῶνα, καὶ ηὔξατο ἐξαποστεῖλαι ἐκεῖ
καὶ σὺ εὔξω οἰκοδομῆσαι τὸν ναὸν ὃν ἐνεπύρισαν οἱ Ἰουδαῖοι, ὅτε ἐρημώθη ἡ Ἰουδαία ὑπὸ τῶν Χαλδαίων.
καὶνῦν τοῦτό ἐστιν ὅσα ἀξιῶ, κύριε βασιλεῦ, καὶ ὁ αἰτοῦμαί σε, καὶ αὕτη ἐστὶν ἡ μεγαλωσύνη ἡ παρὰ σοῦ· δέομαι οὖν ἵνα ποιήσῃς τὴν εὐχὴν ἣν ηὔξω τῷ βασιλεῖ τοῦ οὐρανοῦ ποιῆσαι ἐκ στόματός σου.
Τότε ἀναστὰς Δαρεῖος ὁ βασιλεὺς κατεφίλησεν αὐτόν, καὶ ἔγραψεν αὐτῷ τὰς ἐπιστολὰς πρὸς πάντας οἰκονόμους καὶ τοπάρχας καὶ στρατηγοὺς καὶ σατράπας, ἵνα προπέμψωσιν αὐτὸν καὶ τοὺς μετʼ αὐτοῦ πάντας ἀναβαίνοντας οἰκοδομῆσαι τὴν Ἰερουσαλήμ.
καὶ πᾶσι τοῖς τοπάρχαις ἐν κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ καὶ τοῖς ἐν τῷ Λβάνῳ καὶ ἔγραψεν ἐπιστολάς, μεταφέρειν ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου εἰς Ἰερουσαλήμ, καὶ ὅπως οἰκοδομήσωσιν μετʼ αὐτοῦ τὴν πόλιν.