Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

ὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ ὃς ἐπέστρεψεν πρὸς Κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ καὶ ἐν ὅλῃ τῇ ἰσχύι αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ, καὶ μετʼ αὐτὸν οὐκ ἀνέστη ὅὶ ος.

πλὴν οὐκ ἀπεστράφη Κύριος ἀπὸ ὀργῆς θυμοῦ αὐτοῦ τοῦ μ. ἱλου, οὗ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰούδα ἐπὶ πάντα τὰ προστάγματα ἃ παρώργισεν Μανασσῆς.

καὶ εἶπεν Κύριος Καὶ τὸν Ἰούδαν ἀποστήσω ἀπὸ προσώπου, καθὼς ἀπέστησα τὸν Ἰσραήλ, καὶ ἀπωσάμην τὴν πόλιν ἣν ἐξελεξάμην, τὴν Ἰερουσαλήμ, καὶ τὸν οἶκον ὃν εἶπα Ἔσται τὸ ὄνομά μου ἐκεῖ.

Καὶ ἀνέβη Φαραὼ Νεχαὼ βασιλεὺς Αἰγύπτου ἐπὶ τὸν βασιλέα Ἀσσυρίων ἐπὶ τὸν ποταμὸν Εὐφράτην, καὶ ἐπορεύθη βασιλεὺς Ἰωσείας εἰς συνάντησιν αὐτῷ.

καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἀγγέλους λέγων Τί ἐμοὶ καὶ σοί, βασιλεῦ Ἰούδα; καὶ οὐ σήμερον πόλεμον πολεμῆσαι· καὶ ὁ θεὸς εἶπεν κατασπεῦσαί με· πρόσεχε ἀπὸ τοῦ θεοῦ τοῦ μετʼ ἐμοῦ, μὴ καταφθείρῃ σε.

καὶ οὐκ ἀπέστρεψεν Ἰωσείας τὸ πρόσωπον αὐτοῦ ἀπʼ αὐτοῦ, ἀλλʼ ἢ πολεμεῖν αὐτὸν ἐκραταιώθη, καὶ οὐκ ἤκουσεν τῶν λόγων Νεχαὼ διὰ στόματος θεοῦ, καὶ ἦλθεν τοῦ πολεμῆσαι ἐν τῷ πεδίῳ Μαγεδών.

καὶ ἐτόξευσαν οἱ τοξόται ἐπὶ βασιλέα Ἰωσείαν· καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν αὐτοῦ Ἐξαγάγετέ με, ὅτι ἐπόνεσα σφόδρα.

καὶ ἐξήγαγον αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τοῦ ἄρματος καὶ ἀνεβίβασαν αὐτὸν ἐπὶ τὸ ἄρμα τὸ δευτερεῦον ὃ ἦν αὐτῷ, καὶ ἤγαγον αὐτὸν εἰς Ἰερουσαλήμ· καὶ ἀπέθανεν, καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ· καὶ πᾶς Ἰουδὰ καὶ Ἰερουσαλὴμ ἐπένθησαν ἐπὶ Ἰωσείαν.

καὶ ἐθρήνησεν Ἱερεμίας ἐπὶ Ἰωσείαν, καὶ εἶπαν πάντες οἱ ἄρχοντες καὶ αἱ ἄρχουσαι θρῆνον ἐπὶ Ἰωσείαν ἕως τῆς σήμερον, καὶ ἔδωκαν αὐτὸν εἰς πρόσταγμα ἐπὶ Ἰσραήλ, καὶ ἰδοὺ γέγραπται ἐπὶ τῶν θρήνων.

καὶ ἦσαν λόγοι Ἰωσεία καὶ ἡ ἐλπὶς αὐτοῦ γεγραμμένα ἐν νόμῳ Κυρίου,

καὶ οἱ [*](19 a θεραφειμ A | καραισειμ A | γη] pr τη A | om εν 2⁰ A | ενεπυρισεν] A pr και A | Ἰωσιας BᵃᵇA (ita infra identidem) | του βιβλιου] om του A | Χελκιας BᵇA 19b ομοιος 1⁰] ομοιως A*ᵛiᵈ (ο 3 sup ras Ab) | αυτου 1° 2⁰, 3] εαυτου A | τη ισχυι] om τη A | ομοιος 2⁰] + αυτω A 19 c προσ- ταγματα] παροργισματα A 194 τον Ἰουδαν] pr γε A | προσωπου] +μου A 20 επι 2⁰] pr και A | βασιλευς 2⁰] pr ο A 21 om και 3 A | πολεμησαι] ποιησαι A 22 ηκουεν A 23 βασιλεαν A | αυτου] εαυτου A 24 ανε- βιβασεν B | αυτου 2⁰] εαυτου A 25 om και 5° A 26 Ἰωσια A)

126
[*](B) λόγοι αὐτοῦ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι, ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίῳ βασιλέων Ἰσραὴλ καὶ Ἰούδα.