Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ κατορθώθη ἡ λειτουργία, καὶ ἔστησαν οἱ ἱερεῖς ἐπὶ τὴν στάσιν αὐτῶν καὶ οἱ Λευεῖται ἐπὶ τὰς διαιρέσεις αὐτῶν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως.

καὶ ἔθυσαν τὸ φάσεχ. καὶ προσέχεαν οἱ ἱερεῖς τὸ αἶμα ἐκ χειρὸς αὐτῶν, καὶ οἱ Λευεῖται ἔδειραν.

καὶ ἡτοίμασαν τὴν ὁλοκαύτωσιν παραδοῦναι αὐτοῖς κατὰ τὴν διαίρεσιν κατʼ οἴκους πατριῶν τοῖς υἱοῖς τοῦ λαοῦ, τοῦ προσάγειν τῷ κυρίῳ, ὡς γέγραπται ἐν βιβλίῳ Μωυσῆ· καὶ οὕτως εἰς τὸ πρωί.

καὶ ὤπτησαν τὸ φάσεχ ἐν πυρὶ κατὰ τὴν κρίσιν, καὶ τὰ ἅγια ἥψησαν ἐν τοῖς χαλκείοις καὶ ἐν τοῖς λέβησιν· καὶ εὐοδώθη, καὶ ἔδραμον πρὸς πάντας τοὺς υἱοὺς τοῦ λαοῦ.

καὶ μετὰ τὸ ἑτοιμάσαι αὐτοῖς καὶ τοῖς ἱερεῦσιν, ὅτι οἱ ἱερεῖς ἐν τῷ ἀναφέρειν τὸ στέατα καὶ τὰ ὁλοκαυτώματα ἕως νυκτός, καὶ οἱ Λευεῖται ἡτοίμασαν αὑτοῖς καὶ τοῖς ἀδελφοῖς αὐτῶν υἱοῖς Ἀαρών.

καὶ οἱ ψαλτῳδοὶ υἱοὶ Ἀσὰφ ἐπὶ τῆς στάσεως αὐτῶν κατὰ τὰς ἐντολὰς Δαυείδ, καὶ Ἀσὰφ καὶ Αἱμὰν καὶ Ἰδειθὼμ οἱ προφῆται τοῦ βασιλέως· καὶ οἱ ἄρχοντες καί οἱ πυλωροὶ πύλης καὶ πύλης, οὐκ ἦν αὐτοῖς κινεῖσθαι ἀπὸ τῆς λειτουργίας ἁγίων, ὅτι οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευεῖται ἡτοίμασαν αὐτοῖς.

καὶ κατορθώθη καὶ ἡτοιμάσθη πᾶσα ἡ λειτουργία Κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τοῦ ποιῆσαι τὸ φάσεχ καὶ ἐνεγκεῖν τὰ ὁλοκαυτώματα ἐπὶ τὸ θυσιαστήριον Κυρίου κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως Ἰωσεία.

καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ οἱ εὑρεθέντες τὸ φάσεχ τῷ καιρῷ ἐκείνῳ καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας.

καὶ οὐκ ἐγένετο φάσεχ ὄμοιον αὐτῷ ἐν Ἰσραήλ· ἀπὸ ἡμερῶν Σαμουὴλ τοῦ προφήτου καὶ παντὸς βασιλέως Ἰσραὴλ οὐκ ἐποίησαν ὡς τὸ φάσεχ ὃ ἐποίησεν Ἰωσείας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ πᾶς Ἰουδὰ καὶ Ἰσραὴλ ὁ εὺρεθεὶς καὶ οἱ κατοικοῦντες ἐν Ἰερουσαλὴμ τῷ κυρίῳ

τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἰωσεία.

καὶ τοὺς ἐνγαστριμύθους καὶ [*](A) [*](8 μοσχοις B* (μοσχους Bᵃ) 9 Κωνενιας BA] Κωχενιαα (χ sup ras A? | αδελφος] pr ο A | Ἰωηλ] Ιειηλ A | πεντακισχ.] pr προβατα A 10 κατ- ωρθωθη Bᵃᵇ | ουτων 1⁰] εαυτων A 11 εκ] ε sup ras A¹ | εδειραν] εξεδειραν A 12 του λαου] ras του A?ᵛiᵈ | βιβλιω] + νομω A 16 χαλκιοις A | ευωδωθη Bᵃᵇ 14 οιερεις B* (οι ιερ. Bᵃ?ᵇ) 15 οι 1°] αι A* ᵛiᵈ (ο sup ras Aᵇ) | Ἴδιθοῦ) A | πυλης 1⁰] pr της A | οι αδελφοι]l om οι A 16 κατωρ- θωθη BᵃᵇA | Ἰωσια BᵃᵇA 17 ευρεθεν B* (+ τες Bᵃᵇ ᵐᵍ) | τω καιρω] pr εν Bᵃᵇ (superscr) A 18 Σαμουηλ] Ισλμουηλ A*ᵛiᵈ | παντος βασιλεως] παντες βασιλεις A | Ἰωσιας BᵃᵇA | οι Λευειται] om οι A 19 Ἰωσια BᵃᵇA 19α εγγαστριμ. Bᵃᵇ)

125
τοὺς γνώστας καὶ τὰ θαραφεὶν καὶ τὰ εἴδωλα καὶ τὰ καρασεὶμ ἃ ἦν [*](Β) ἐν γῇ Ἰούδα καὶ ἐν Ἰερουσαλὴμ ἐνεπύρισεν ὁ βασιλεὺς Ἰωσείας, ἴνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίου οὖ εὗρεν Κελκείας ὁ ἱερεὺς ἐν τῷ οἴκῳ Κυρίου.