Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἶκον Κυρίου, καὶ πᾶς Ἰουδὰ καὶ κατοικοῦντες Ἰερουσαλὴμ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ πᾶς ὁ λαὸς ἀπὸ μεγάλου ἕως μικροῦ· καὶ ἀνέγνω ἐν ὠσὶν αὐτῶν τοὺς πάντας λόγους βιβλίου τῆς διαθήκης τοὺς εὑρεθέντας ἐν οἴκῳ Κυρίου.

καὶ ἔστη ὁ βασιλεὺς ἐπὶ τὸν στύλον, καὶ διέθετο διαθήκην ἐναντίον Κυρίου τοῦ πορευθῆναι ἐνώπιον Κυρίου, τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ μαρτύρια καὶ προστάγματα αὐτοῦ ἐν ὅλῃ καρδίᾳ καὶ ἐν ὅλῃ ψυχῇ, τοὺς λόγους τῆς διαθήκης τοὺς γεγραμμένους ἐπὶ τῷ βιβλίῳ [*](A) [*](21 ηκουσαν] εισηκουσαν A 22 Κελκιας Bᵇ (Κελκειας B*A) | om και 2⁰ A | Καθουαλ] bακουlαθ A | Κελλης] Eσσερη A | κατῴκει A | μαασαναι| μεσαναι A 25 εγκατελιπον Bᵇ εγκατελειπον A | εθυμιασαν] εθυσαν A | αλλοτριοις] ετεροις A | ουτων] εαυτων A 27 μου 4°] εμου A 30 βασιλευς] + Ιουδα A | τους παντας] om τους A | της διαθηκης] om της A | του ευρεθεντος A 31 εστη] ανεστη A | τας εντολας] om τας A | μαρν τυρια] αυτου A | προσταγματα] pr τα A | γεγραμμενους] ενγεγραμμ. A)

123
τούτῳ.

καὶ ἔστησεν πάντας τοὺς εὑρεθέντας ἐν Ἰερουσαλὴμ καὶ [*](B) Βενιαμείν· καὶ ἐποίησαν οἱ κατοικοῦντες Ἰερουσαλὴμ διαθήκην ἐν οἴκῳ Κυρίου θεοῦ πατρὸς αὐτῶν.

καὶ περιεῖλεν Ἰωσείας τὰ πάντα βδελύγματα ἐκ πάσης τῆς γῆς ἣ ἦν υἱῶν Ἰσραήλ, καὶ ἐποίησεν πάντας τοὺς εὑρεθέντας ἐν Ἰερουσαλὴμ καὶ ἐν Ἰσραὴλ τοῦ δουλεύειν Κυρίῳ θεῷ αὐτῶν πάσας τὰς ἡμέρας αὐτοῦ· οὐκ ἐξέκλινεν ἀπὸ ὄπισθεν Κυρίου θεοῦ πατέρων αὐτοῦ.

Καὶ ἐποίησεν Ἰωσείας τὸ φάσεχ τῷ κυρίῳ θεῷ αὐτοῦ· καὶ ἔθυσαν τὸ φάσεχ τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου.

καὶ ἔστησεν τοὺς ἱερεῖς ἐπὶ τὰς φυλακὰς αὐτῶν, καὶ κατίσχυσεν αὐτοὺς εἰς τὰ ἔργα οἴκου Κυρίου.

καὶ εἶπεν τοῖς Λευείταις τοῖς δυνατοῖς ἐν παντὶ Ἰσραὴλ τοῦ ἁγιασθῆναι αὐτοὺς τῷ κυρίῳ· καὶ ἔθηκαν τὴν κιβωτὸν τὴν ἁγίαν εἰς τὸν οἶκον ὃν ᾠκοδόμησεν Σαλωμὼν υἱὸς Δαυεὶδ τοῦ βασιλέως Ἰσραήλ. καὶ εἶπεν ὁ βασιλεύς Οὐκ ἔστιν ὑμῖν ἇραι ἐπʼ ὤμων οὐθέν· νῦν οὖν λειτουργήσατε τῷ κυρίῳ θεῷ ὑμῶν καὶ τῷ λαῷ αὐτοῦ Ἰσραήλ·

καὶ ἑτοιμάσθητε κατʼ οἴκους πατριῶν ὑμῶν καὶ κατὰ τὰς ἐφημερίας ὑμῶν, κατὰ τὴν γραφὴν Δαυεὶδ βασιλέως Ἰσραὴλ καὶ διὰ χειρὸς βασιλέως Σαλωμὼν υἱοῦ αὐτοῦ·

καὶ στῆτε ἐν τῷ οἴκῳ κατὰ τὰς διαιρέσεις οἴκων πατριῶν ὑμῶν τοῖς ἀδελφοῖς ὑμῶν υἱοῖς τοῦ λαοῦ, καὶ μερὶς οἴκου πατριᾶς τοῖς Λευείταις·

καὶ θύσατε τὸ φάσεχ, καὶ ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν τοῦ ποιῆσαι κατὰ τὸν λόγον Κυρίου διὰ χειρὸς Μωυσῆ.

καὶ ἀπήρξατο Ἰωσείας τοῖς υἱοῖς τοῦ λαοῦ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους ἀπὸ τῶν τέκνων τῶν αἰγῶν, πάντα τὰ εἰς τὸ φάσεχ· καὶ πάντας τοὺς εὑρεθέντας εἰς ἀριθμὸν τριάκοντα χιλιάδας· καὶ μόσχων τρεῖς χιλιάδας· ταῦτα ἀπὸ τῆς ὑπάρξεως τοῦ βασιλέως.