Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοῦ νόμου, καὶ διέρρηξεν τὰ ἱμάτια οὐτοῦ.

καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκείᾳ καὶ τῷ Ἀχεικὰμ υἱῷ Σοφὰν καὶ τῷ Ἀβδοδὸμ υἱῷ Μειχαία καὶ τῷ Σοφὰν τῷ γραμματεῖ καὶ τῷ Ἰσαίᾳ παιδὶ τοῦ βασιλέως λέγων

Πορεύθητε, ζητήσατε Κύριον περὶ ἐμοῦ καὶ περὶ παντὸς τοῦ καταλειφθέντος ἐν Ἰσραὴλ καὶ Ἰούδᾳ περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεθέντος· ὅτι μέγας ὁ θυμὸς [*](9 Ισραηλ] Ιλημ A | Ιουδα] + και Ισλ A 10 κατεσταμενοι] καθι- A σταμενοι A | ποιουσιν A 11 τεκτοσιν A | om και 3° Bᵃᵇ | τετραπο- δους A | οικους] seq ras 2 vel 3 litt in A (ους bis scr A*ᵛiᵈ) | εξωλοθρ. B? 12 om εν 1° A | Ιε (ιε Bᵃᵐᵍ ιε Bᵇ)] Ιεθ A | Αβδια Bᵇ Ἀβδιας A | Μεραρι A | om πας 2⁰ A 14 το αργ.] om το A | Κελκιας BᵇA (sed ε sup ras η ut rid) 15 Κελκιας BᵇA (bis) | γραμματαιαν A | Σαφαν 2⁰] Ασαφ A 16 ετι Bᵇ (ετει B*)] επι A | ποιουντων] +το εργον A 17 εδωκαν A 18 βιβλιον] +νομου A | om ο 2⁰ BᵃᵇA 19 του νομου] pr τους λογους A | om και 2⁰ A 20 Κελκα BᵇA | Αβδοδομ| Αβδων A | Μιχαια 8ᵇA | Ισαια] Ασαια A 21 Κυριον] pr τον A | καταλειφθεντος] περι- λειφθ. A | Ιουδα] pr εν A)

122
[*](B) Κυρίου ἐκκέκαυται ἐν ἡμῖν, διότι οὐκ ἤκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων Κυρίου τοῦ ποιῆσαι κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ ββλίῳ τούτῳ.

καὶ ἐπορεύθη Κελκείας καὶ οἷς εἶπεν ὁ βασιλεὺς πρὸς Ὄλδαν τὴν προφῆτιν γυναῖκα Σελλὴμ υἱρῦ Καθουὰλ υἱοῦ Κελλὴς φυλάσσουσαν τὰς ἐντολάς, καὶ αὕτη κατοίκει ἐν Ἰερουσαλὴμ ἐν μαασαναί καὶ ἐλάλησαν αὐτῇ κατὰ ταῦτα.

καὶ εἶπεν αὐτοῖς Οὕτως εἶπεν Κύριος ὁ θεὸς Ἰσραήλ Εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρὸς μέ

Οὕτως λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον τοῦτον, τοὺς πάντας λόγους τοὺς γεγραμμένους ἐν τῷ βιβλίῳ τῷ ἀνεγνωσμένῳ ἐναντίον τοῦ βασιλέως Ἰούδα,

ἀνθʼ ὧν ἐνκατέλιπόν με καὶ ἐθυμίασαν θεοῖς ἀλλοτρίοις, ἴνα παροργίσωσίν με ἐν πᾶσιν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν· καὶ ἐξεκαύθη ὁ θυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ σβεσθήσεται.

καὶ ἐπὶ βασιλέα Ἰούδα τὸν ἀποστείλαντα ὑμᾶς τοῦ ζητῆσαι τὸν κύριον, οὕτως ἐρεῖτε αὐτῷ Οὕτως λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Τοὺς λόγους οὓς ἤκουσας,

καὶ ἐνετράπη ἡ καρδία σου, καὶ ἐταπεινώθης ἀπὸ προσώπου μου ἐν τῷ ἀκοῦσαί σε τοὺς λόγους μου ἐπὶ τὸυ τόπον τοῦτον καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτόν, καὶ ἐταπεινώθης ἐναντίον μου καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας κατεναντίον μου, καὶ ἐγὼ ἤκουσα, φησὶν Κύριος.

Ἴδου προστίθημί σε πρὸς τοὺς πατέρας σου, καὶ προστεθήσῃ πρὸς τὰ μνήματά σου ἐν εἰρήνῃ, καὶ οὐκ ὄψονται οἱ ὀφθαλμοί σου ἐν πᾶσιν τοῖς κακοῖς οἶς ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτόν. καὶ ἀπέδωκαν τῷ βασιλεῖ λόγον.

Καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ συνήγαγεν τοὺς πρεσβυτέρους Ἰούδα καὶ Ἰερουσαλήμ.