Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ συνήχθησαν εἰς Ἰερουσαλὴμ ἐν τῷ μηνὶ τῷ τρίτῳ ἐν τῷ πεντεκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἀκά.

καὶ ἔθυσεν τῷ κυρίῳ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἱἱὧν ἤνεγκεν. μόσχους [*](A) [*](12 Αιθιοπας] in Αι ras aliq B? | Αιθιοπες] pr οι A 13 περιποιησειν A | ενωπιον] εναντιον A XV 1 Ωδηδ] Αδαδ A 2 ουτων] Ασα A | εν παι A | ειπεν] + ακουσατε μου κα και πας Ιουδας και| δενιαμειν· A | ημας] υμας A | καταλίπητε] εγκαταλειπητε A | εγκαταλειψει BᵃᵇA (-ψι) 3 και 2⁰] pr και ουχ ιε|ρεως υποδεικνυοντος· A 5 om και τω εκπορευομενω A \ κωρας] pr τας A 6 πολις] πολεις A 8 προφητιαν A | Αδαδ] Αζαριου A 9 τον Ιουδαν...εν τω ιδειν rescr A 11 εθυσαν A | ων] pr απο των σκυλων A | ηνεγκαν A)

85
ἑπτακοσίους καὶ πρόβατα ἑπτακισχίλια.

καὶ διῆλθεν ἐν διαθήκῃ [*](B) ζητῆσαι Κύριον θεὸν τῶν πατέρων αὐτῶν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ψυχῆς.

καὶ πᾶς ὃς ἐὰν μὴ ἐκζητήσῃ Κύριον θεὸν Ἰσραήλ, ἀποθανειται ἀπὸ νεωτέρου ἕως πρεσβυτέρου, ἀπὸ ἀνδρὸς ἕως γυναικός.

καὶ ὤμοσαν ἐν Κυρίῳ ἐν φωνῇ μεγάλῃ καὶ ἐν σάλπιγξιν.

καὶ ηὐφράνθησαν πᾶς Ἰουδὰ περὶ τοῦ ὅρκου, ὅτι ἐξ ὅλης τῆς ψυχῆς ὤμοσαν, καὶ ἐν πάσῃ θελήσει ἐζήτησαν αὐτόν, καὶ εὑρέθη αὐτοῖς, καὶ κατέπαυσεν αὐτοῖς Κύριος κυκλόθεν,

καὶ τὴν Μααχὰ τὴν μητέρα αὐτοῦ μετέστησεν τοῦ μὴ εἶναι τῇ Ἀστάρτῃ λειτουργοῦσαν, καὶ κατέκοψεν τὸ εἴδωλον καὶ κατέκαυσεν ἐν χειμάρρᾳφ Κεδρών.

πλὴν τὰ ὑψηλὰ οὐκ ἀπέστησαν, ἔτι ὑπῆρχεν ἐν τῷ Ἰσραήλ· ἀλλ ἡ καρδία Ἀσὰ ἐγένετο πλήρης πάσας τὰς ἡμέρας αὐτοῦ.

καὶ εἰσήνεγκεν τὰ ἅγια Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ καὶ τὰ ἅγια οἴκου Κυρίου τοῦ θεοῦ, ἀργύριον καὶ χρυσίον καὶ σκεύη.

καὶ πόλεμος οὐκ ἦν μετʼ αὐτοῦ ἕως τοῦ πέμπτου καὶ τριακοστοῦ ἔτους τῆς βασιλείας Ἀσά.

Καὶ ἐν τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας Ἀσὰ ἀνέβη Βαασὰ βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἰούδαν, καὶ ᾠκοδόμησεν τὴν Ῥαμὰ τοῦ μὴ δοῦναι ἔξοδον καὶ εἴσοδον τῷ Ἀσὰ βασιλεῖ Ἰούδα.