Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἐξέκοψαν τὰς κώμας αὐτῶν κύκλῳ Γεδώρ, ὅτι ἐγενήθη ἔκστασις Κυρίου ἐπʼ αὐτούς, καὶ ἐσκύλευσαν πάσας τὰς πόλεις αὐτοῦ, ὅτι πολλὰ σκῦλα ἐγενήθη αὐτοῖς·

καί γε σκηνὰς κτήσεων, τοὺς Ἀμαζονεῖς, ἐξέκοψαν, καὶ ἔλαβον πρόβατα πολλὰ καὶ καμήλους, καὶ ἐπέστρεψαν εἰς Ἰερουσαλήμ.

Καὶ Ἀζαρίας υἱὸς 0δῆδ, ἐγένετο ἐπʼ αὐτὸν πνεῖῖμα Κυρίου.

καὶ εἰς ἀπάντησιν αὐτῶν ἐν παντὶ Ἰούδᾳ καὶ Βενιαμείν, καὶ εἶπεν Κύριος μεθʼ ὑμῶν ἐν τῷ εἶναι ἡμᾶς μετʼ αὐτοῦ· καὶ ἐὰν ἐκζητήσητε αὐτόν, εὑρεθήσεται ὑμῖν· καὶ ἐὰν καπαλίπητε αὐτόν, ἐνκαταλείψει ὑμᾶς.

καὶ ἡμέραι πολλαὶ τῷ Ἰσραὴλ ἐν οὐ θεῷ ἀληθινῷ καὶ οὐ νόμῳ.

καὶ ἐπιστρέψει αὐτοὺς ἐπὶ Κύριον θεὸν Ἰσραήλ, καὶ εὑρεθήσεται αὐτοῖς.

καὶ ἐν ἐκείνῳ τῷ καιρῷ οὐκ ἔστιν εἰρήνη τῷ εἰσπορευομένῳ καὶ τῷ ἐκπορευομένῳ, ὅτι ἔκστασις Κυρίου ἐπὶ πάντας τοὺς κατοικοῦντας χώρας.

καὶ πολεμήσει ἔθνος πρὸς ἔθνος καὶ πόλις πρὸς πόλιν, ὅτι ὁ θεὸς ἐξέστησεν αὐτοὺς ἐν πάσῃ θλίψει.

καὶ ὑμεῖς ἰσχύσατε καὶ μὴ ἐκλυέσθωσαν αἱ χεῖρες ὑμῶν, ὅτι μισθὸς τῇ ἐργασίᾳ ὑμῶν.

καὶ ἐν τῷ ἀκοῦσαι τοὺς λόγους τούτους καὶ τὴν προφητείαν Ἀδὰδ τοῦ προφήτου, καὶ κατίσχυσεν καὶ ἐξέβαλεν τὰ βδελύγματα ἀπὸ πάσης τῆς γῆς Ἰούδα καὶ Βενιαμεὶν καὶ ἀπὸ τῶν πόλεων ἴὧν κατέσχεν ἐν ὄρει Ἐφράιμ, καὶ ἀνεκαίνισεν τὸ θυσιαστήριον Κυρίου ὁ ἦν ἔμπροσθεν τοῦ ναοῦ Κυρίου.

καὶ ἐξεκκλησίασεν τὸν ούδαν καὶ Βενιαμεὶν καὶ τοὺς προσηλύτους τοὺς παροικοῦντας μετʼ αὐτοῦ ἀπὸ Ἐφράιμ καὶ ἀπὸ Μανασσὴ καὶ ἀπὸ Συμεών, ὅτι προσετέθησαν πρὸς αὐτὸν πολλοὶ τοῦ Ἰσραὴλ ἐν τῷ ἰδεῖν αὐτοὺς ὅτι Κύριος ὁ θεὸς αὐτοῦ μετʼ αὐτοῦ.