Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔσται τὸ θνησιμαῖον Ἰεζάβελ ὡς κοπρία ἐπὶ προσώπου τοῦ ἀγροῦ ἐν τῇ μερίδι Ἰσραήλ, ὥστε μὴ εἰπεῖν αὐτούς Ἰεζάβελ.

Καὶ τῷ Ἀχαὰβ ἑβδομήκοντα υἱοὶ ἐν Σαμαρείᾳ. καὶ ἔγραψεν Εἰοὺ βιβλίον καὶ ἀπέστειλεν ἐν Σαμαρείᾳ πρὸς τοὺς ἄρχοντας Σαμαρείας κα πρὸς τοὺς πρεσβυτέρους καὶ πρὸς τοὺς τιθηνοὺς Ἀχαὰβ λέγων

Καὶ νῦν ὡς ἐὰν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς ὑμᾶς, καὶ μεΘ' ὑμῶν οἱ υἱοὶ τοῦ κυρίου ὑμῶν, καὶ μεθ’ ὑμῶν τὸ ἅρμα καὶ ἵπποι κα πόλεις ὀχυραὶ καὶ τὰ ὄπλα·

καὶ ὄψεσθε τὸν ἀγαθὸν καὶ τὸν εὐθῆ ἐν τοῖς υἱοῖς τοῦ κυρίου ὑμῶν καὶ καταστήσετε αὐτὸν ἐπὶ τὸν θρόνον τοῦ πατρὸς αὐτοῦ, καὶ πολεμεῖτε ὑπὲρ τοῦ οἴκου τοῦ κυρίου ὑμῶν.

καὶ ἐφοβήθησαν σφόδρα, καὶ εἶπον Ἰδοὺ οἱ δύο ουκ εστησαν κατα προσωπον αὐτου, καὶ πως [*](28 om επι το αρμα και ηγαγον αυτον Α | αυτου 2°] + μετα των πατερων αυτου Α 29 Ιωραμ βασιλει] υιου I. βασιλεως Α | Οχοζιας BbA 30 επι Ισραηλ] εις Ιεζραελ Α | εστιμισατο] εστιβισατο Bab β superscr) εστιβεισατο Α 31 Ζαμβρι Α 32 om και ειδεν αυτην Α | δυο] τρεις Α 33 om και εκυλισαν αυτην Α | ηραντισθη Α 34 επισκεψασθαι Α 36 Ηλιου του θεσβιτ. Bb A Ι σραηλ] Ιεζαβελ Α 37 om Ισραηλ Α Ι ωστε μη] ως| τιμη Α Χ 1 om και 4° Α | om προς 3° Α 2 εαν] αν Α Α | ιπποι] pr οι Α Ι πολεις] pr αι Α 3 τον ευθη] ευθην Α Ι om και 3° Α Α 4 σφοδρα] + σφοδρα Α Ι ημεις] + αυτοι Α)

764
[*](B)

καὶ ἀπέστειλαν οἱ ἐπὶ τοῦ οἴκου καὶ οἱ ἐπὶ τῆς πόλεως καὶ οἱ πρεσβύτεροι καὶ οἱ τιθηνοὶ πρὸς Εἰοὺ λέγοντες Παῖδές σου ἡμεῖς, καὶ ὄσα ἐὰν πρὸς πρὸς ἡμᾶς ποιήσομεν· οὐ βασιλεύσομεν ἄνδρα, τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ποιήσομεν.

καὶ ἔγραψεν πρὸς αὐτοὺς βιβλίον δεύτερον λέγων Εἱ ἐμοὶ ὑμεῖς καὶ τῆς φωνῆς μου ὑμεῖς εἰσακούετε, λάβετε τὴν κεφαλὴν ἀνδρῶν τῶν υἱῶν τοῦ κυρίου ὑμῶν καὶ ἐνέγκατε πρὸς μὲ ὡς ἡ ὥρα αὔριον εἰς Ἰσραήλ. καὶ οἱ υἱοὶ τοῦ βασιλέως ἦσαν ἑβδομήκοντα ἄνδρες· οὗτοι ἁδροὶ τῆς πόλεως ἐξέτρεφον αὐτούς.

καὶ ἐγένετο ὡς ἦλθεν τὸ βιβλίον πρὸς αὐτούς, καὶ ἔλαβον τοὺς υἱοὺς τοῦ βασιλέως καὶ ἔσφαξαν αὐτούς, ἑβδομήκοντα ἄνδρας· καὶ ἔθηκαν τὰς κεφαλὰς αὐτῶν ἐν καρτάλλοις καὶ ἀπέστειλαν αὐτὰς πρὸς αὐτὸν εἰς Ἰσραήλ.

καὶ ἦλθεν ὁ ἄγγελος καὶ ἀπήγγειλεν λέγων Ἤνεγκα τὰς κεφαλὰς τῶν υἱῶν τοῦ βασιλέως· καὶ εἶπεν Θέτε αὐτὰς βουνοὺς δύο παρὰ τὴν θύραν τῆς πύλης πόλεως εἰς πρωί.