Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες [*](A) [*](18 αυτων] αυτω Α | om η Α | εις τα οπ.] προς το οπ. Α 19 προς] μετ Α | om η Α Ι om επιστρεφου εις τα οπ. μου Α 20 υιου Α | Ναμεσσιου Bb Ναμεσιου Α 21 εζευξαν Α | Οχοζει] Οχοζιας Α | απαντησιν Α Ι Ισραηλιτου Bb Ιζρανλιτου Α 22 ιδεν Α Ι om η Α | πορνιαι Α 23 οχοζειαν Οχοζιαν Bb)] Οχοζει Α | δολος] δουλος Α | Οχοζεια Οχοζια Bb)] Οχοζει Α 24 Ειου] Ηου Α | εν το τοξω Α 25 Βαλεκαρ Βa mg αδεκαρ Bb ρ superscr) Α Ι αγρου] pr του Α Ι Ισρανλιτου Bb Ισζρανλιτου Α | λημμα] ρημα Α 26 χθες Ba 27 Οχοζιας BbA | Βαιθαν] Βαιατγαν sup ras A?vid Ι προς] εν Α | εν] προς Α Ι Εκβλααμ] Ιβλααμ Α | μακεδδω Α 28 επεβιβασαν] ενεβιβ. Α)

763
αὐτοῦ ἐπὶ τὸ ἄρμα καὶ ἤγαγον αὐτὸν εἰς Ἰερουσαλήμ, καὶ ἔθαψαν [*](B) αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν πόλει Δαυείδ.

Καὶ ἐν ἔτει ἑνδεκάτω Ἰωρὰμ βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ὀχοζείας ἐπὶ Ἰούδαν.

Καὶ ἦλθεν Εἰοὺ ἐπὶ Ἰσραή· καὶ Ἰεζάβελ ἤκουσεν καὶ ἐστιμίσατο τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ ἠγάθυνεν τὴν κεφαλὴν αὐτῆς, καὶ διέκυψεν διὰ τῆς θυρίδος.

καὶ Εἰοὺ εἰσεπορεύετο ἐν τῇ πόλει, καὶ εἶπεν Ἧ εἰρήνη, Ζαμβρεί, ὁ φονευτὴς τοῦ κυρίου αὐτοῦ ;

καὶ ἐπῆρεν τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θυρίδα καὶ εἶδεν αὐτήν, καὶ εἶπεν Τίς εἶ σύ; κατάβηθι μετ’ ἐμοῦ· καὶ κατέκυψαν πρὸς αὐτὸν δύο εὐνοῦχοι.

καὶ εἰπεν Κυλίσατε αὐτήν· καὶ ἐκύλισαν αὐτήν, καὶ ἐραντίσθη τοῦ αἵματος αὐτῆς πρὸς τὸν τοῖχον καὶ πρὸς τοὺς ἵππους, καὶ συνεπάτησαν αὐτήν.

καὶ εἰσῆλθεν καὶ ἔφαγεν καὶ ἔπιεν, καὶ εἶπεν Ἐπισκέψασθε δὴ τὴν κατηραμένην ταύτην καὶ θάψατε αὐτήν, ὅτι βασιλέως ἐστίν.

καὶ ἐπορεύθησαν θάψαι αὐτήν, καὶ οὐ ἐν αὐτῇ ἄλλο τι ἢ τὸ κρανίον καὶ οἱ πόδες καὶ τὰ ἴχνη τῶν

καὶ ἐπέστρεψαν καὶ ἀνήγγειλαν αὐτῷ, καὶ εἶπεν Λόγος Κυρίου ὄν ἐλάλησεν ἐν χειρὶ Ἠλειοὺ τοῦ θεσβείτου λέγων Ἐν τῇ μερίδι Ἰσραὴλ καταφάγονται οἱ κύνες τὰς σάρκας Ἰεζάβελ.