Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ εἶπον οἱ υἱοὶ τῶν προφητῶν πρὸς Ἐλεισαῖε Ἰδοὺ δὴ ὁ τόπος ἐν ᾧ ἡμεῖς οἰκοῦμεν ἐνώπιόν σου στενὸς ἀφ’ ἡμῶν·

πορευθῶμεν δὴ ἕως τοῦ Ἰορδάνου καὶ λάβωμεν ἐκεῖθεν ἀνὴρ εἷς δοκὸν μίαν, καὶ ποιήσωμεν ἑαυτοῖς ἐκεῖ τοῦ οἰκεῖν ἐκεῖ. καὶ εἶπεν Δεῦτε.

καὶ εἶπεν ὁ εἷς Ἐπιεικῶς, δεῦρο μετὰ τῶν δούλων σου· καὶ εἶπεν ’Eγὼ πορεύσομαι.

καὶ ἐπορεύθη μετ’ αὐτῶν, καὶ ἦλθον εἰς τὸν Ἰορδάνην καὶ ἔτεμνον τὰ ξύλα.

καὶ ἰδοὺ ὁ εἷς καταβάλλων τὴν δοκόν, καὶ τὸ σιδήριον ἐξέπεσεν εἰς τὸ ὕδωρ· καὶ ἐβόησεν Ὤ, κύριε· καὶ αὐτὸ κεκρυμμένον .

καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ θεοῦ Ποῦ ἔπεσεν ; καὶ ἔδειξεν αὐτῶ τὸν τόπον· καὶ ἀπέκνισεν ξύλον καὶ ἔρριψεν ἐκεῖ, καὶ καὶ ἐπεπόλασεν τὸ σιδήριον.

καὶ εἴρηκεν Ὕψωσον σαυτῷ· καὶ ἐξέτεινεν τὴν χεῖρα καὶ ἔλαβεν αὐτό.