Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐγένετο ἡμέρα καὶ διέβη Ἐλεισαῖε εἰς Σουμάν, καὶ ἐκεῖ γυνὴ μεγάλη καὶ ἐκράτησεν αὐτὸν φαγεῖν ἄρτον· καὶ ἐγένετο ἀφ’ ἱκανοῦ τοῦ εἰσπορεύεσθαι αὐτὸν ἐξέκλινεν τοῦ ἐκεῖ φαγεῖν.

κα εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς Ἰδουὺ δὴ ἔγνων ὅτι ἄνθρωπος τοῦ θεοῦ ἄγιος οὗτος διαπορεύεται ἐφ’ ἡμᾶς διὰ παντός.

ποιήσωμεν δὴ αὐτῷ ὑπερῷον, τόπον μικρόν, καὶ θῶμεν αὐτῷ ἐκεῖ κλίνην καὶ τράπεζαν καὶ δίφρον καὶ λυχνίαν· καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι πρὸς ἡμᾶς . καὶ ἐκκλινεῖ ἐκεῖ.

καὶ ἐγένετο ἡμέρα καὶ εἰσῆλθεν ἐκεῖ, καὶ ἐξέκλινεν εἰς τὸ ὑπερῷον καὶ ἐκοιμήθη ἐκεῖ.

καὶ εἶπεν πρὸς Γιεζεὶ τὸ παιδάριον αὐτοῦ Κάλεσόν μοι τὴν Σωμανεῖτιν ταύτην· καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη ἐνώπιον αὐτοῦ.

καὶ εἶπεν αὐτῷ Εἰπὸν δὴ πρὸς αὐτήν Ἰδοὺ ἐξέστησας ἡμῖν τὴν πᾶσαν ἔνκτησιν· τί δεῖ ποιῆσαί σοι ; εἰ ἔστιν λόγος σοι πρὸς τὸν βασιλέα ἢ πρὸς τὸν ἄρχοντα τῆς δυνά- μεως ; ἡ δὲ εἶπεν Ἐν μέσῳ τοῦ λαοῦ ἐγώ εἰμι οἰκῶ.

καὶ εἶπεν Tt δεῖ ποιῆσαι αὐτῇ; καὶ εἶπεν Γιεζεὶ τὸ παιδάριον αὐτοῦ Καὶ μάλα υἱὸς οὐκ ἔστιν αὐτῇ, καὶ ὁ ἀνὴρ αὐτῆς πρεσβύτης.