Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ γυνὴ μία ἀπὸ τῶν υἱῶν τῶν προφητῶν ἐβόα πρὸς Ἐλεισαῖς λέγουσα Ὁ δοῦλός σου ὁ ἀνήρ μου ἀπέθανεν, καὶ σὺ ἔγνως ὅτι δοῦλος ἦν φοβούμενος τὸν κύριον· καὶ ὁ δανειστὴς ἦλθε λαβεῖν τοὺς δύο υἱούς μου ἑαυτῷ εἰς δούλους.

καὶ εἶπεν Ἐλεισαῖε Τί ποιήσω σοι ; τί ἔστιν σοι ἐν τῷ οἴκῳ ; ἡ · δὲ εἶπεν Οὐκ έστιν τῇ δούλη σου οὐθὲν ὄτι ἁλλ’ ἢ ὃ ἀλείψομαι ἔλαιον.

καὶ εἶπεν πρὸς αὐτήν Δεῦρο αἴτησον σαυτῇ σκεύη ἔξωθεν παρὰ πάντων τῶν γειτόνων, σκεύη κενά· μὴ ὀλιγώσῃς.

καὶ εἰσελεύσῃ καὶ ἀποκλείσεις τὴν θύραν κατὰ σοῦ καὶ κατὰ τῶν υἱῶν σου, καὶ ἀποχεεῖς εἰς τὰ σκεύη ταῦτα· καὶ τὸ πληρωθὲν ἀρεῖς.

καὶ ἀπῆλθεν παρ’ αὐτοῦ, καὶ ἀπέκλεισεν τὴν θύραν κατ’ αὐτῆς καὶ κατὰ τῶν υἱῶν αὐτοὶ προσήγγιζον πρὸς αὐτήν, καὶ αὐτὴ ἐπέχεεν ἔως ἐπλήσθησ τὰ σκεύη.

καὶ εἶπεν πρὸς τοὺς υἱοὺς αὐτῆς Ἐγγίσατε ἔτι πρὸς τὸ σκεῦος. καὶ εἶπον αὐτῇ Οὐκ ἔστιν ἔτι σκεῦος· καὶ ἔστη τὸ [*]( 23 ειπον Α | επαταξαν Α | τασlκυλα Α* τασ|σκ. Aa? 24 Ισραηλ Α ηλ 1° sup ras Bab Μωαβ B*vid) 25 πηγην] + υδατος Α | Α | καθηρημενους] καθημενους Α | εκυκλωσαν Α Ι σφενδονησται Α Ι επαταξεν Α 26 ιδεν Α | μεθ εαυτου] μετ αυτου Α 27 επεστρεψαν] υπεστρ. Α IV 1 δανειστης δανιστις Α)] + μου Α Ι ηλθεν Α Ι υιους] υιος Α | εαυτω] αυτω Α ειπεν] + προς αυτην Α Ι om σοι 2°] 1° Α Ι τι 2°] pr αναγγειλον Α ι ουθεν] ουδεν εν τω οικω Α Ι om οτι Α 3 σατῇ] σεαυτη Α Ι om παντων Α Ι γειτονων γιτ. Α)] + σου Α | καινα Β* κενα BabA) | ολιωσης Β* ολιγ. BabA) 4 αποκλεισεις] αποκλισης Α | om εις Α Ι τα σκευη] pr Α 5 παρ] απ Α | αυτης 2°] εαυτης Α 6 το σκευος] om το A)

748
[*](B)

καὶ ἦλθεν καὶ ἀπήγγειλεν τῷ ἀνθρώπῳ τοῦ θεοῦ· καὶ εἶπεν Ἐλεισαῖε Δεῦρο καὶ ἀπόδου τὸ ἔλαιον καὶ ἀποτίσεις τοὺς τόκους σου, καὶ σὺ καὶ οἱ υἱοί σου ζήσεσθε ἐν τῷ ἐπιλοίπῳ ἐλαίῳ.