Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ προσθήσω επὶ τὰς ἡμέρας σου πέντε καὶ δέκα καὶ ἐκ χειρὸς χειρὸς βασιλέων Ἀσσυρίων σώσω σε καὶ τὴν ταύτην· ταύτην· καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι’ ἐμὲ καὶ διὰ Δαυεὶδ τὸν δοῦλόν μου.

καὶ εἶπεν Λαβέτωσαν παλάθην σύκων καὶ ἐπιθέτωσαν ἐπὶ τὸ ἕλκος, καὶ ὑγιάσει.

καὶ εἶπεν Ἑζεκίας πρὸς Ἠσαίαν Τί τὸ σημεῖον ὅτι ἰάσεται Κύριός με, καὶ ἀναβήσομαι εἰς οἶκον Κυρίου τῇ ἡμέρᾳ τῇ τρίτῃ;

καὶ εἶπεν Ἠσαίας Τοῦτο τὸ σημεῖον παρὰ Κυρίου ὅτι ποιήσει Κύριος τὸν λόγον ὅν ἐλάλησεν· πορεύσεται ἡ σκιὰ δέκα βαθμούς, ἐὰν ἐπιστρέφῃ δέκα βαθμούς.

καὶ εἶπεν Ἑζεκίας Κοῦφον τὴν σκιὰν κλῖναι δέκα βαθμούς· οὐχί, ἀλλ’ ἐπιστραφήτω ἡ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς δέκα βαθμοὺς εἰς τὰ ὀπίσω.

καὶ ἐβόησεν Ἠσαίας ὁ προφήτης πρὸς Κύριον, καὶ ἐπέστρεψεν ἢ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς εἰς τὰ ὀπίσω δέκα βαθμούς.