Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Μαρωδαχβαλδὰν υἱὸς Βαλαὰν βασιλεὺς βαβυλῶνος βιβλία καὶ μαναὰν πρὸς Ἑζεκίαν, ὅτι ἤκουσεν [*](37 Εσθραχ Α | θεοῦ] pr του Α | Αδρεμελεχ Α ἱ οι υιοι] om οι Α θησαν] διεσωθ. Α | Αραραθ] Αραδαδ Α | ο υιος] om ο Α χχ 1 Α | αποθνησκεις] pr οτι Α | συ] σ sup ras Α a 3 καρδια] pr εν Α | B | om σου 2° Α | εν οφθαλμοις] ενωπιον Α 5 om μου Α Ι τη ημερα] pr εν Α | αναβηση] αναβησεται Α | οικον] pr τον Α 6 βασιλεως Α | σωσω] σω 2° sup ras B? | δι εμε] δια με Α 7 ειπεν] Ησαιας Α | συκων] + ελημφθη Α 8 οικον] pr τον Α 9 βαθμους 1°] αναβαθμους Α | om επιστρεφη δεκα βαθμους Α 10 βαθμους (bis)] αναβαθμους Α | αλλ] αλλα Α I om εν τοις αναβαθμοις Α 11 ἀναβαθμοῖς] + καΙτεβη εν αναβαθμοις Α 12 Μερωδακβαλαδαν Α | Βαλααν ] Βαλαδαν Α | μανααν] παναα Α)

790
[*](B) ὅτι ἠρρώστησεν Ἑζεκίας.

καὶ ἐχάρη ἐπ’ αὐτοῖς Ἑζεκίας, καὶ ἔδειξεν ἀυτοῖς ὅλον τὸν οἶκον τοῦ νεχωθά, τὸ ἀργύριον καὶ τὸ σίον, τὰ ἀρώματα καὶ τὸ ἔλαιον τὸ ἀγαθόν, καὶ τὸν οἰκον τῶν καὶ ὅσα ηὑρέθη ἐν τοῖς θησαυροῖς αὐτοῦ· οὐκ ἧν λόγος ὃν οὐκ ἔδειξεν αὐτοῖς Ἑζεκίας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ.

καὶ εἰσῆλθεν Ἠσαίας ὁ προφήτης πρὸς τὸν βασιλέα Εζεκίαν καὶ εἶπεν πρὸς αὐτόν Τί ἐλάλησαν οἱ ἄνδρες οὗτοι, καὶ πόθεν ἥκασιν πρὸς σέ; καὶ εἶπεν Ἑζεκίας Ἐκ γῆς πόρρωθεν ἥκασιν πρὸς μέ, ἐκ Βαβυλῶνος.

καὶ εἶπεν Τί εἶδον ἐν τῷ οἴκω σου; καὶ εἶπεν Πάντα ὅσα ἐν τῷ οἴκῳ μου εἰδον· οὐκ ἦν ἐν τῷ οἴκῳ μου ὃ οὐκ ἔδειξα αὐτοῖς, ἁλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου.

καὶ εἶπεν Ἠσαίας πρὸς Ἑζεκίαν Ἅκουσον λόγον Κυρίου·

ἰδοὺ ἡμέραι ἔρχονται καὶ λημφθήσεται πάντα τὰ ἐν τῷ οἴκῳ σου καὶ ὄσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα· καὶ οὐχ ὑπο- λειφθήσεται ῥῆμα ὃ εἶπεν Κύριος·