Regnorum IV (Regum II In Textu Masoretico)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ συνέστρεψεν στρέμμα Ὡσῆε υἱὸς Ἠλὰ ἐπὶ Φάκεε υἱὸν Ῥομελίου, καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσεν, καὶ ἐβασἱλευσεν ἀντ’ αὐτοῦ ἐν ἔτει εἰκοστῷ Ἰωαθὰμ υἱῴ Ἀχάς.
καὶ τὰ λοιπὰ τῶν λόγων Φάκεε καὶ πάντα ὅσα ἐποίησεν, γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ.
Ἐν ἔτει δευτέρῳ Φάκεε υἱοῦ Ῥομελίου βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἰωναθὰν υἱὸς Ἀζαρίου βασιλέως Ἰούδα. Ἰούδα.
υἱὸς εἴκοσι καὶ πέντε ἦν ἐτῶν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ ἑκκαίδεκα ἔτη ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἐροὺς θυγάτηρ
καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα ὅσα ἐπ σεν Ὀζείας ὁ ποτὴρ αὐτοῦ.
πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν· ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς. αὐτὸς ᾠκοδόμησεν τὴν πύλην Κυρίου τὴν ἐπάνω. τὴν ἐπάνω.
καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωαθὰμ καὶ πάντα ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν βασιλεῦσιν βασιλεῦσιν Ἰούδα;
ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο Κύριος ἐξαποστέλλειν τὸν Ῥαασσὼν βασιλέα Συρίας καὶ τὸν Φάκεε υἱὸν Ῥομελίου.
καὶ ἐκοιμήθη Ἰωαθὰμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Ἀχὰζ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.
Ἐν ἔτει ἑπτακαιδεκάτῳ Φάκεε υἱοῦ Ῥομελίου ἐβασίλευσεν Ἀχὰζ υἱὸς Ἰωαθὰμ βασιλέως Ἰούδα.
υἱὸς εἴκοσι ἐτῶν ἦν Ἀχὰς ἐν τῷ βασιλεύειν αὐτόν, καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ· καὶ οὐκ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου θεοῦ πιστῶς ὡς Δαυεὶδ ὁ πατὴρ αὐτοῦ.
καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέως Ἰσραήλ, καί γε τὸν υἱὸν αὐτοῦ διῆγεν πυρὶ καὶ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξῆρεν Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ.
καὶ ἐθυσίαζεν καὶ [*](29 την Αιν] τηݲ| Ναιν Α | Αβελ] Καβελ Α Ι Θαμααχα] Βερμααχα Α | νωχ Α Ι Γαλιλαιαν B a A | Νεφθαλειμ Α | Ασσυριους] A sup ras A 1 30 συχν]εστρεψεν] post v 2° ras aliq (σν vid) B? Ι συστρεμμα Α + αυτον Α | εν] pr και Α | Ιωναθαν Α Ι υιω] υιου Α | Αχας] Αζαριου Α 31 βιβλιου Α 32 βασιλει] βασιλεως Α Ι Ιωαθαν Α 33 ετων ην Α | εξ και δεκα Α Ι Ερους] Ιερους Α 34 Οζειας] Οζιας Β b Αζαριας Α 35 ετι] οτι Α | εθυσιαξεν και bis scr Β * (sed sine ζ °) : ζ superscr dein om εθ. και (1°) Β a vid 36 βιβλιου Α 38 om και εταφη μετα των πατ. αυτου XVI 2 χααζ Α Ι om ουκ B* (hab B ab mg c txt A) | πιστω A* (ς 3 βασιλεως] pr Ιεροβοαμ υιου Ναβατ Α Ι πυρι] pr εν Α | και 3°] κατα 4 εθυσιαζε Α)
Τότε ἀνέβη Ῥαασσὼν βασιλεὺς Συρίας καὶ Φάκεε υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ εἰς Ἰερουσαλὴμ εἰς πόλεμον καὶ έπολιόρκουν ἐπὶ Ἀχάζ, καὶ οὐκ ἐδύναντο πολεμεῖν.
ἐν τῷ καιρῷ ἐκείνῳ 'Ραασσὼν βασιλεὺς Συρίας τὴν Αἰλὰθ τῇ Συρίᾳ, καὶ Ἰουδαίους ἐξ Αἰλάθ, καὶ Ἰδουμαῖοι ἦλθον καὶ ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης.
καὶ ἀπέστειλεν ἀχὰζ πρὸς Θαλγαθφελλασὰρ βασιλέα Ἀσσυρίων λέγων Δοῦλός σου καὶ υἱός σου ἐγώ· ἀνάβηθι, σῶσόν με ἐκ χειρὸς βασιλέως Συρίας καὶ ἐκ χειρὸς βασιλέως Ἰσραὴλ τῶν ἐπανισταμένων ἐπ’ ἐμέ.
καὶ ἔλαβεν Ἀχὰζ ἀργύριον καὶ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλεν τῷ βασιλεῖ δῶρα·
καὶ ἤκουσεν αὐτοῦ βασιλεὺς Ἀσσυρίων· καὶ ἀνέβη βασιλεὺς Ασσυρίων εἰς Δαμασκόν, καὶ συνέλαβεν αὐτὴν καὶ α καὶ τὸν Ῥαασσὼν ἐθανάτωσεν.
Καὶ ἐπορεύθη εἰς ἀπαντὴν αὐτοῦ τῷ Θαλγαλφελλασὰρ βασιλεῖ Ἀσσυρίων εἰς Δαμασκόν· καὶ εἶδεν τὸ θυσιαστήριον ἐν Δαμασκῷ· κα ἀπέστειλεν ὁ βασιλεὺς Ἀχὰζ πρὸς Οὐρείαν τὸν ἱερέα τὸ ὁμοίωμα τοῦ θυσιαστηρίου καὶ τὸν ῥυθμὸν αὐτοῦ εἰς πᾶσαν ποίησιν αὐτοῦ.
καὶ ᾠκοδόμησεν Οὐρείας ὁ ἱερεὺς τὸ θυσιαστήριον κατὰ πάντα ὅσα ἀπέστειλεν ὁ Ἀχὰζ ἐκ Δαμασκοῦ.