Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

γένοιτο Κύριος ὁ θεὸς ἡμῶν μεθ’ἡμῶν καθὼς ἦν μετὰ τῶν πατέρων ἡμῶν. μὴ ἐγκαταλίποιτο ἡμᾶς μηδὲ ἀποστρέψοιτο ἡμᾶς,

ἐπικλῖναι καρδίας ἡμῶν ἐπ’αὐτὸν τοῦ πορεύεσθαι ἐν πάσαις ὁδοῖς αὐτοῦ καὶ Φυλάσσειν πάσας ἐντολὰς αὐτοῦ καὶ προστάγματα αὐτοῦ ἂ ἐνετείλατο τοῖς πατράσιν ἡμῶν.

καὶ ἔστωσαν οἱ λόγοι οὖτοι ὡς δεδέημαι ἐνώπιον Κυρίου θεοῦ ποιεῖν τὴ δικαίωμα τοῦ δούλου σου Ἰραὴλ ῥῆμα ἡμέρας ἐν ἡμέρᾳ ἐνιαυτοῦ.

ὅπως γνῶσιν πάντες οἱ λαοὶ τῆς γῆς ὅτι Κύριος ὁ θεός, αὐτὸς θεὸς καὶ οὐκ ἔστιν ἔτι.

καὶ ἔστωσαξν αἰ καρδίαι ἡμῶν τέλειαι πρὸς Κύριον θεὸν ἡμῶν, καὶ ὁσίως πορεύεσθαι ἐν τοῖς προστάγμασιν αὐτοῦ καὶ Φυλάσσειν ἐντολὰς αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη.