Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ τοὺς λέβητας καὶ τὰς θερμάστρεις καὶ τὰς φιάλας καὶ πάντα τὰ σκεύη ἅ ἐποίησεν Χειρὰμ τῷ βασιλεῖ Σαλωμὼν τῷ οἴκῶ Κυρίου· καὶ οἱ στύλοι τεσσεράκοντα καὶ ὀκτὼ τοῦ οἴκου τοῦ βασιλέως καὶ τοῦ οἴκου Κυρίου· πάντα τὰ ἕργα τοῦ βασιλέως ἐποίησεν Χειρὰμ [*]() χαλκᾶ ἄρδην,

οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ οὗ ἐποίησεν πάντα τὰ ἔργα ταῦτα ἐκ πλήους σφόδρα· οὐκ ἦν τέρμα τῶν σταθμῶν [*](19 πραγματια (α Ι° sup ras Aa) A | παντα] pr ισα Α 20 τη μια] Α της μιας Α 21 om αυτης Ι° Α | αυτης 3°] + εξ αυτης Α | τεσσαρας] τας Α 22 λεοντας Α | προσωπον] + αυτου Α 23 ταξις μια Α | εν] + τερμα εν Α 24 χυτρογαυλ. Α (ter. item 29) | τεσσαρακ. Bb (item 31) | χωρουντα Α | μετρησει] τεσσαρων πηχων Α | της μεχ. της μιας Α 25 τας πεντε μεχ.] τας μεχ. πεντε Α | ωμιας 2°] ωμιδος Α 26 τα θερμ. Β* (τας θ. Bab) 29 των μεχ.] της μεχ. Α 31 θερμαστρις Α | om και 6° Α | Κυριου 2°] pr του Α)

690
τοῦ χαλκοῦ.

ἐν τῷ περιοίκῳ τοῦ Ἰορδάνου ἐχώνευσεν αὐτὰ [*]() ἐν τῷ πάχει τῆς γῆς, ἀνὰ μέσον Σοκχὼθ καὶ ἀνὰ μέσον Σειρά.

καὶ ἔλαβεν ὁ βασιλεὺς Σαλωμὼν τὰ σκεύη ἅ ἐποίησεν ἐν οἴκῳ, τὸ [*]() θυσιαστήριον τὸ χρυσοῦν, καὶ τὴν τράπεζαν ἐφ’ ἧς οἱ ἄρτοι τῆς προσφορᾶς χρυςῆν,

καὶ τὰς λυχνίας πέντε ἐξ ἀριστερῶν [*]() καὶ πέντε ἐκ δεξιῶν κατὰ πρόσωπον τοῦ δαβεὶρ χρυσᾶς συνκλειομένας, χρυσᾶσ·

καὶ τὰ λαμπαδεῖα καὶ τοὺς λύχνους καὶ τὰς τὰ τρυβλία [*]() καὶ αἱ θυίσκαι χρυσαῖ, συνκλειστά· καὶ τὰ θυρώματα τῶν θυρῶν τοῦ οἴκου τοῦ ἐσωτάτου ἁγίου τῶν ἀγίων, καὶ τὰς θύρας τοῦ ναοῦ χρυςσᾶσ.

καὶ ἀνεπληρώθη τὸ ἔργον ὅ ἐποίησεν Σαλωμὼν οἴκου [*]() Κυρίου· καὶ εἰσήνεγκεν Σαλωμὼν τὰ ἅγια Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ καὶ πάντα τὰ ἅγια Σαλωμών, τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκεν εἰς τοὺς θησαυροὺς οἴκου Κυρίου.

Καὶ τὸν οἶκον ἑαυτῷ [*]() ῷκοδόμησεν Σαλωμὼν τρισκαίδεκα ἔτη.

καὶ ᾠκοδόμησεν τὸν [*]() οἶκον δρυμῷ τοῦ Λιβάνου· ἑκατὸν πήχεις μῆκος αὐτοῦ, καὶ πεντήκοντα πήχεις πλάτος αὐτοῦ· καὶ τριῶν στίχων στύλων κεδρίνων, καὶ ὠμίαι κέδριναι τοῖς στύλοις.

καὶ ἐφάτνωσεν τὸν οἶκον [*]() ἄνωθεν ἐπὶ τῶν πλευρῶν τῶν στύλων· καὶ ἀριθμ[ος τῶν στύλων τεσσεράκοντα καὶ πέντε ὁ στίχος,