Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐπὶ τῆς κεφλῆς τῆς μεχωνὼθ ἥμισυ τοῦ πήχεος μεγεθος αὐτῆς, στρογγύλον κύκλῳ ἐπὶ τῆς κεφαλῆς τῆς μεχωνώθ· καὶ ἀρχὴ χειρῶν αὐτῆς καὶ τὰ συγκλείσματα [*]() αὐτῆς· καὶ ἠνοίγετο ἐπὶ τέσσαρας ἀρχὰς τῶν χειρῶν αὐτῆς.

καὶ τὰ συγκλείσματα αὐτῆς χερουβεὶν καὶ λέοντες καὶ φοίνικες ἑστῶτα, [*]() ἐχόμενον ἕκαστον κατὰ πρόσωπον ἔσω καὶ τὰ κυκλόθεν.

κατ’ αὐτὴν ἐποίησεν πάσας τὰς δέκα μεχωνώθ, τάξιν μίαν καὶ μέτρον [*]() ἕν πάσαις.

καὶ ἐποίησεν δέκα χυτροκαύλους χαλκοῦς, τεσσεράκοντα χοεῖς χωροῦντας τὸν χυτρόκαυλον τὸν ἔνα μετρήσει· ὁ χυτρόκαυλος ὁ εἷς ἐπὶ τῇ μεχωνὼθ τῇ μιᾷ, ταῖς δέκα μεχωνώθ. [*]()

καὶ ἔθετο τὰς πέντε μεχωνὼθ ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐκ δεξιῶν [*]() κατ’ ἀνατολὰς ἀπὸ τοῦ κλίτους τοῦ νότου.

καὶ ἐποίησεν Χειρὰμ τοὺς λέβητας καὶ τὰς θερμάστρεις καὶ τὰς φιάλας· καὶ συνετέλεσεν χειρὰμ ποιῶν πάντα τὰ ἔργα ἅ ἐποίησεν τῷ βασιλεῖ Σαλωμὼν [*]() ἐν οἴκῳ Κυρίου.

στύλους δύο καὶ τὰ στρεπτὰ τῶν στύλων ἐπὶ τῶν κεφαλῶν τῶν στύλων δύο· καὶ τὰ δίκτυα δύο τοῦ καλύπτειν ἀμφότερα τὰ στρεπτὰ τῶν γλυφῶν τὰ ὄντα ἐπὶ τῶν στύλων· [*]()

τὰς ῥόας τετρακοςίας ἀμφοτέροις τοῖς δικτύοις, δύο στίχοι ῥοῶν τῷ δικτύῳ τῷ ἑνὶ περικαλύπτειν ἀμφότερα τὰ ὄντα τὰ στρεπεὰ [*]() τῆς μεχωνὼθ ἐπ’ ἀμφοτέροις τοῖς στύλοις·

καὶ τὰς μεχωνὼθ [*]() δέκα, καὶ τοὺς χυτροκαύλους δέκα ἐπὶ τῶν μεχωνώθ·

καὶ τὴν θάλασσαν μίαν, καὶ τοὺς βόας δώδεκα ὑποκάτω τῆς θαλάσσης· [*]()