Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἀνήγγειλεν Ἀχαὰβ τῇ Ἰεζάβελ γυναικὶ αὐτοῦ πάντα ἅ ἐποίησεν Ἠλειοὺ καὶ ὡς ἀπέκτεινεν τοὺς προφήτας ἐν ῥομφαίᾳ.

καὶ ἀπέστειλεν ἰεζάβελ πρὸς Ἠλειοὺ καὶ εἶπεν Εἰ σὺ εἶ Ἠλειοὺ καὶ ἐγὼ Ἰεζάβελ, τάδε ποιήσαι μοι ὀ θεὸς καὶ τάδε προσθείη, ὅτι ταύτην τὴν ὥραν αὔριον θήσομαι τὴν ψυχήν σου καθὼς ψυχὴν ἑνὸς ἐξ αὐτῶν.

καὶ ἐξοβήθη Ἠλειού, καὶ ἀνέστη καὶ ἀπῆλθεν κατὰ τὴν ψυχὴν ἐαυτοῦ, καὶ ἔρχεται εἰς Βηρσάβεε γῆν Ἰούδα, καὶ ἀφῆκεν τὸ παιδάριον αὐτοῦ ἐκεῖ.

καὶ [*](38 το υδωρ . . . τον χουν] τους λιθους και τον χουν και| το υδωρ ρτο εν τη α θαλασση Α | εξελειξεν Α 39 επεσεν πας ο λ.] ειδαν πας ο λ. και επεσαν Α | ειπαν Α | om ο θεος 1° Α | αυτος] + εστιν Α 40 om Ηλειου 2 ° Α 41 τω Αχ.] προς Αχ. Α| ποδων B ab mg A] βοων Β* 42 πειν Β*(πιειν Β a? b)| επι τον Καρμηλον] εις την κορυφην του Καρμηλου Α| το προσωπον] om το Α | εαυτου (bis)] αυτου Α 43 αυτου] εαυτου Α | και επεβλεψεν] pr και ανεβη Α | επτακι 1°] επτακις Α (item 44) om και αποστρ. επτακι Α 44 απεστρεψεν] επεστρ. Α | αναβηθι και ειπον τω (sic) Αχααβ ζευξον το sup ras A a? 45 ωδε 2°] pr εως Α | εκλαιεν Α | επορευετο] επορευθη Α| Ισραηλ] Ιεζραελ Α 46β επι] pr εγενετο Α | εις] pr του ελθειν Α | ισραηλ] Ιεζαβελ Α ΧΙΧ 1 τους προφ. ] pr παντας Α 2 ιεζαβελ] + αγγελον Α | Ηλειου 2°] Ηλιας Α | και εγω] καγω Α | ποιησαι μοι ο θεος] ποιησαισαν μοι οι θεοι Α| προσθειησαν Α| την ω. ταυτην Α 3 Βερσαβεε Α | γην 1.] την Ι. Α)

728
[*](Β) αὐτὸς ἐπορεύθη ἐν τῇ ἐρήμῳ ὁδὸν ἡμέρας, καὶ ἦλθεν καὶ ἐκάθισεν ὑποκάτω ῥαθμέν· καὶ ᾐτήσατο τὴν ψυχὴν αὐτοῦ ἀποθανεῖν καὶ εἶπεν Ἱκανούσθω νῦν, λάβε δὴ τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, Κύριε, ὅτι οὐ κρείσσων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου.

καὶ ἐκοιμήθη καὶ ὕπνωσεν ἐκεῖ ὑπὸ φυτόν· καὶ ἰδού τις ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ Ἀνάστηθι καὶ φάγε.

καὶ ἐπέβλεψεν Ἠλειού, καὶ ἰδοὺ πρὸς κεφαλῆς αὐτοῦ ἐνκρυφίας ὀλυρείτης καὶ καψάκης ὕδατος· καὶ ἀνέστη καὶ ἔφαγεν καὶ ἔπιεν, καὶ ἐπιστρέψας ἐκοιμήθη.