Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ εἶπεν Ἠλειοὺ τῷ Ἀχαάβ Ἀνάβηθι καὶ φάγε καὶ πίε, ὅτι φωνὴ τῶν ποδῶν τοῦ ὑετοῦ.

καὶ ἀνέβη Ἀχαὰβ τοῦ φαγεῖν καὶ πιεῖν· καὶ Ἠλειοὺ ἀνέβη ἐπὶ τὸν Κάρμηλον, καὶ ἔκυψεν ἐπὶ τὴν γῆν καὶ ἔθηκεν τὸ πρόςωπον ἑαυτοῦ ἀν]μέσον τῶν γονάτων ἐαυτοῦ,

καὶ εἶπεν τῷ παιδάρίῳ αὐτοῦ Ἀνάβηθι καὶ ἐπίβλεψον ὁδὸν τῆς θαλάσσης. καὶ ἐπέβλεψεν τὸ παιδάριον καὶ εἶπεν Οὐκ ἔστιν οὐθέν· καὶ εἶπεν Ἠλειού Καὶ σὺ ἐπίλτρεψον ἑπτάκι, καὶ ἀπόστρεψον ἑπτάκι.

καὶ ἀπέστρεψεν τὸ παιδάριον ἑπτάκι· καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ, καὶ ἰδοὺ νεφέλη μικρὰ ὡς ἴχνος ἀνδρὸς ανάγουσα ὕδωρ. καὶ εἶπεν Ἀνάβηθι καὶ εἰπὸν Ἀχαάβ Ζεῦξον τὸν ἅρμασου καὶ κατάβηθι, μὴ καταλάβῃ σε ὁ ὑετός.

καὶ ἐγένετο ἕως ὧδε καὶ ὧδε, καὶ ὁ οὐρανὸςσυνεσκότασεν νεφέλαις καὶ πνεύματι, καὶ ἐγένετο ὁ ὑετὸς μέγας· καὶ ἔκλαεν καὶ ἐπορεύετο καὶ πνεύματι, καὶ ἐγένετο ὁ ὑετος μέγας· καὶ ἔκλαεν καὶ ἐπορεύετο Ἀχαὰβ εἰς Ἰσραήλ.

καὶ χεὶρ Κυρίου ἐπὶ τὸν Ἠλειού· καὶ συνέσφιγξεν τὴν ὀσθὺν αὐτοῦ, καὶ ἔτρεχεν ἔμπροσθεν Ἀχαὰβ εἰς Ἰσράλ.