Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Ἀχαὰβ πρὸς Ἀβδειού Δεῦρο καὶ διέλθωμεν ἐπὶ τὴν γῆν ἐπὶ πηγὰς τῶν ὑδάτων καὶ ἐπὶ χειμάρρους, ἐάν πως εὓρωμεν βοτάνην καὶ ππεριποιηςώμεθα ἲππους καὶ ἡμιόνους, καὶ οὐκ ἐξολοθρευθήσονται ἀπὸ τῶν σκηνῶν.

καὶ ἐμέρισαν ἑαυτοῖς τὴν ὁδὸν τοῦ διελθεῖν αὐτήν· Ἀχαὰβ ἐπορεύθη ἐν ὁδῷ μιᾷ, καὶ Ἀβδειοὺ ἐπορεύθη ἐν ὁδῷ ἂλλῃ μόνος.

Καὶ ἦν Ἀβδειοὺ ἐν τῇ ὁδῷ μόνος, καὶ ἦλθεν Ἠλειοὺ εἰς συνάντησιν αὐτοῦ μόνος· καὶ Ἀβδειοὺ ἒσπεσεν καὶ ἒπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπεν Εἰ σὺ εἶ αὐτός, κύριέ μου Ἠλειού;

καὶ εἶπεν Ἠλειοὺ αὐτῷ Ἐγώ· πορεύου, λέγε τῷ κυρίῳ σου Ἰδοὺ Ἠλειού.