Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐνεφύσησεν τῷ παιδαρίῳ τρίς, καὶ ἐπεκαλέσατο τὸν κύριον καὶ εἶπεν Κύριε ὁ θεός μου, ἐπιστραφήτω δὴ ἡ ψυχὴ τοῦ παιδαρίου τούτου εις αὐτόν.

καὶ ἐγένετο οὕτως, καὶ αὐνεβόησεν τὸ παιδάριον.

καὶ κατήγαγεν αὐτὸν ἀπὸ τοῦ ὑπερᾠου εἰς τὸν οἶκον καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ· καὶ εἶπεν Ἠλειού Βλέπε, ζῇ ὁ υἱός σου.

καὶ εἶπεν ἡ γυνὴ πρὸς Ἠλειού Ἰδοὺ ἔγνωκα ὅτι σὺ ἄνθρωπος θεοῦ, καὶ ῥῆμα Κυρίου ἐν στόματί σου ἀληθινόν.