Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ διεσκέδασεν Ῥοβοὰμ [*](24r) τὴν βουλὴν αὐτῶν, καὶ οὐκ ἢρεσεν ἐνώπιον αὐτοῦ· καὶ ἀπέστειλεν καὶ εἰσήγαγεν τοὺς συντρόξους αὐτοῦ, καὶ ἐλάλησεν αὐτοῖς τὰ αὐτά Καὶ ταῦτα ἀπέστειλεν πρὸς μὲ λέγων ὁ λαός. καὶ εἶπαν οἱ σύντροξοι αὐτοῦ Οὓτως λαλήσεις πρὸς τὸν λαὸν λέγων Ἡ μικρότης μου παρχυτέρα ὑπὲρ τὴν ὀσφὺν τοῦ πατρός μου· ὁ πατήρ μου ἐμαστίγου ὑμᾶς μάστιγξιν, ἐγὼ δὲ κατάρξω ὑμᾶς ἐν σκορπίοις.

καὶ ἢρεσεν τὸ ἡῆμα ἐνώπιον Ῥοβοάμ· καὶ ἀπεκρίθη τῷ λαῷ καθὼς συνεβούλευσαν αὐτῷ οἱ σύντροφοι αὐτοῦ τὰ παιδάρια.

καὶ εἶπεν πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς ἓκαστος τῷ πλαηςίον αὐτοῦ, καὶ ἀνέκραξαν ἃπαντες λέγοντες Οὐ μερὶς ἡμῖν ἐν Δαυεὶδ οὐδὲ κληονομία ἐν υἱῷ Ἰεσσαί· εἰς τὰ σκηνώματά σου, Ἰσραήλ, ὃτι οὗτος ὁ ἂνθρωπος οὐκ εἰς ἂρχοντα οὐδὲ εἰς ἡγούμενον.

καὶ διεσπάρη πᾶς ὁ λαὸς ἐκ Σικίμων, καὶ ἀπῆλθεν ἓκαστος εἰς τὸ σκήνωμα αὐτοῦ. καὶ κατεκράτησεν Ῥοβοάμ, καὶ ἀπῆλθεν καὶ ἀνέβη ἐπὶ τὸ ἃρμα αὐτοῦ καὶ εἰσῆλθ7εν εἰς Ἰερουσαλήμ· καὶ πορεύονται ὀπίσω αὐτοῦ πᾶν σκῆπτρον Ἰούδα καὶ πᾶν σκῦκτρον Βενιαμείν.

Καὶ ἐγένετο ἐνισταμένου τοῦ ἐνιαντοῦ καὶ ἀνέβη τοῦ πολεμεῖν πρὸς Ἰεροβοὰμ εἰς Σίκιμα.

καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Σαμαίαν ἂνθρωπον τοῦ θεοῦ Εἰπὸν τῷ Ῥοβοὰμ βασιλεῖ Ἰούδα καὶ πρὸς πάντα οἶκον Ἰούδα καὶ Βενιαμεὶν καὶ πρὸς τὸ κατάλειμμα τοῦ λαοῦ λέγων Τάδε λέγει Κύριος Οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε πρὸς τοὺς ἀδελξοὺς ὑμὼν υἱοὺς Ἰσραήλ· ἀναστρέφετε ἓκαστος εἰς τὸν οἶκον οὐτοῦ, ὃτι παρ᾿ ἐμοῦ γέγονεν τὸ ῥῆμα τοῦτο.

καὶ ἢκουσαν τοῦ λόγου Κυρίου, καὶ ἀνέσχον τοῦ πορευθῆναι, κατὰ τὸ ῥῆμα Κυρίου.

Καὶ ᾠκοδόμησεν Ἰεροβοὰμ τὴν Σίκιμα τὴν ἐν ὂρει Ἐφράιμ, καὶ κατῴκει ἐν αὐτῷῇ· καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ᾠκοδόμησεν τὴν φανουήλ.

καὶ εἶπεν Ἰεροβοὰμ ἐν τῇ καρδίᾳ αὐτοῦ Ἰδοὺ νῦν ἐπιστρέψει ἡ βασιλεία ἐν οἲκῳ Δαυείδ·

ἐὰν ἐναβῇ ὁ λαὸς οὗτος ἀναφέρειν θνςίαν ἐν οἲκῳ Κυρίου εἰς Ἰερουσαλήμ, καὶ ἐπιστραφήσεται καρδία τοῦ λαοῦ πρὸς Κύριον καὶ κύριον αὐτῶν, πρὸς Ῥοβοὰμ βασιλέα Ἰούδα, καὶ ἀποκτενοῦσίν με.

καὶ ἐβουλεύσατο ὁ βασιλεύς, καὶ ἐπορεύθη καὶ ἐποίησεν δύο δαμάλις χρυςᾶς, καὶ εἶπεν πρὸς τὸν λαόν Ἱκανούσθω [*](Α) [*](24 r μαστιξιν Bb 24 t ουκ|Β* ου|κ Βb 24 y θεου]+λεγῶ Bab mg 26 εν οικω] εις τον οικον Α 27 θυσιας Α |του λαου] om του Α |με] +και|επιστραφησονται προς Ροβοαμ|βασιλεα Ιουδα·| Α 28 εβουλυσατο ο βας. και επορ.] εποευθη ο βασιλευς Α |ικανουσθαι Α)

711
ὐμῖν ἀναβαίνειν εἰς Ἰερουσαλήμ· ἰδοὺ θεοί σου, Ἰσραήλ, οἱ ἀναγα- [*](Β) γόντες σε ἐκ γῆς Αἰγύπτου.

καὶ ἔθετο τὴν μίαν εἰς Βαιθήλ, καὶ τὴν μίαν ἔδωκεν ἐν Δάν.

καὶ ἐγένετο ὁ λόηος οὖτος εἰς ἁμαρτίαν· τὴν ἐπορεύετο ὁ λαὸς πρὸ προςώπου τῆς μιᾶς ἕως Δάν.

καὶ ἐποίησεν οἴκους ἐφ’ ὑψηλῶν, καὶ ἐποίησεν ἱερεῖς μέρος τι ἐκ τοῦ λαοῦ οἳ οὐκ ἦσαν ἐκ τῶν υἱῶν Λευεί.

καὶ ἐποίησεν Ἰεροβοὰμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ Ἰούδα, καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν ἐν Βαιθὴλ τοῦ θύειν ταῖς δαμάλεσιν αἶς ἐποίησεν, καὶ παρέστησεν ἐν Βαιθὴλ τοὺς ἱερεῖς τῶν ὑψηλῶν ὦν ἐποίησεν.

καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ ἐν τῷ μηνὶ τῷ ὀγδόῳ, ἐν τῇ ἑορτῇ ᾖ ἐπλάσατο ἀπὸ καρδίας αὐτοῦ, καὶ ἐποίησεν ἑορτὴν τοῖς υἱοῖς Ἰσραήλ. καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον τοῦ ἐπιθῦσαι.