Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἦν ἄνθρωπος ἐξ ὄρους Ἐφοαιμ δοῦλος τῷ Σαλωμών, καὶ ὄνομα αὐτῷ Ἰεροβοάμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαρεισά, πορνη· καὶ εδνκεν αὐτὸν Σαλωμὼν εἰς ἔρχοντα σκυτάλης ἐπὶ τὰς ἄρσεις οἴκου Ἰωσήφ. καὶ ᾠκοδόμησεν Σαλνμὼν τὴν Σαρειρὰ τὴν ἐν ὄρει Ἐφράιμ, καὶ ἦσαν αὐτῷ ἅρματα τριακόσια ἵππων· οὗτος ᾠκοκόμησεν τὴν ἄκραν ἐν ταῖς ἄρσεσιν οἴκου Ἐφράιμ· οὗτος συνέκλεισεν τὴν πόλιν Δαυείδ, καὶ ἦν ἐπαιρό- μενος ἐπὶ τὴν βασιλείαν.

καὶ ἐζήτει Σαλωμὼν Θανατῶσαι ἀυτόν· καὶ ἐφοβήθη καὶ ἀπέδρα αὐτὸς πρὸς Σουσακεὶμ βασιλέα Αἰγύπρου, καὶ ἦν μετ’ αὐτοῦ ἕως ἀπέθανεν Σαλωμών.

καὶ ἤλουσεν Ἰεροβοὰμ ἐν Αἰγύπτῳ ὅτι τέθνηκεν Σαλωμών, καὶ ἐλάλησεν εἰς τὰ ὦτα Σου- σακεὶμ βασιλέως Αἰγύπτου λέγων Ἐξαπόστειλόν με, καὶ ἀπελεύ- σομαι εγὼ εἰς τὴν γῶν μου· καὶ εἶπεν αὐτῷ Σουσακείμ Αἴτησαί τι αἴτημα καὶ δώσω σοι.

καὶ Σουσακεὶμ ἔδωκεν τῷ Ἰεροβοὰμ τὴν Ἀνὼ ἀδελφὴν Θεκεμείνας τὴν πρεσβυτέραν τῆς γυναικὸς αὐτοῦ αὐτῷ εἰς γυναῖκα· αὕτη ἡ μεηάλη ἐν μέςῳ τῶν θυγατέρων τοῦ βασιλέως, καὶ ἔτεκεν τῷ Ἰεροβοὰμ τὸν Ἀβιὰ υἱὸν αὐτοῦ.

καὶ εἶπεν Ἰεροβοὰμ πρὸς Σουσακείμ Ὄντως ἐξαπόστειλόν με, καὶ ἀπελεύσομαι. καὶ ἐξῆλθεν Ἰεροβοαμ ἐξ Αἰγύπτου, καὶ ἦλθεν εἰς γῆν Σαρειρὰ τῆν ἐν ὄρει Ἐφράιμ· καὶ συνάγεται ἐκεῖ πᾶν σκῆπτρον Ἐφράιμ· καὶ ᾠκοδό- μησεν Ἰεροβοὰμ ἐκεῖ χάρακα.

Καὶ ἠρρώστησε τὸ παιδάριον αὐτοῦ ἀρωστάᾳ κραταιᾷ σφόδρα· καὶ ἐπορεύθη Ἰεροβοὰμ ἐπερωτῆσαι ὑπὲρ τοῦ παιδαρίου· καὶ εἶπε πρὸς Ἀνὼ τὴν γυναῖκα αὐτοῦ Ἀνάστηθι, πορεύου· ἐπερώτησον τὸν θεὸν ὑπὲρ τοῦ παιδαρίου, εἰ ζήσεται ἐκ τῆς ἀρρωστιας αὐτοῦ.

καὶ ἄνθρωπος ἦν ἐν Σηλὼ καὶ ὄνομα αὐτῷ Ἀχειά, καὶ οὗτος ἦν υἱὸς ἑξήκοντα ἐτῶν, καὶ ῥῆμα Κυρίου κετ’ αὐτοῦ. καὶ [*](Α) [*](24 αποστρεφετω] αναστρ. Α | εαντου ] αυτου Α 24 a —z om και (?) βασιλευς . . .κατα το ρημα Κυριου Α 24 b επισαρσεις Β* (επι τας αρς. [το(?) superscr] Bab) | Αρειρα Β* (Σαρ. Β1a vid sed σ superscr post α))

709
εἶπεν Ἰεροβοὰμ πρὸς τὴν γυναῖκα αὐτοῦ Ἀνάστηθι καὶ λάβε εἰς [*](Β) τὴν χεῖρά σου τῷ ἀνθρώπῳ τοῦ θεοῦ ἄρτους καὶ κολλύρια τοῖς τέκνοις

αὐτοῦ καὶ σταφυλὴν καὶ στάμνον μέλιτος.

καὶ ἀνέστη ἡ μυνή, καὶ ἔλαβεν εἰς τὴν χεῖρα αὐτῆς ἄρτους καὶ δύο κολλύρια καὶ σταφυλήν καὶ στάμνον μέλιτος τῷ Ἀχειά· καὶ ὁ ἄνθρωπος πρεσβύτερος, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἠμβλυώπουν τοῦ ἰδεῖν.

καὶ ἀνέστη ἐκ Σαρειρὰ καὶ ποπεύεται· καὶ ἐγένετο ἐλθούσης αὐτῆς εἰς τὴν πόλιν πρὸς Ἀχειὰ τὸν Σηλωνείτην, καὶ εἶπεν Ἀχειὰ τῷ παιδαρίῳ αὐτοῦ Ἔξελθε δὴ εἰς ἀπαντὴν Ἀνὼ τῇ γυναικὶ Ἰεροβοὰμ καὶ ἐρεῖς αὐτῇ Εἴσελθε καὶ μὴ στῇς, ὅτι τάδε λέγει Κύριος Σκηλρὰ ἐφὼ ἐπαποστέλλω ἐπὶ σέ.

καὶ εἰσῆλθεν Ἀνὼ πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ, καὶ εἶπεν αὐτῇ Ἀχειά Ἵωα τί μοι ἐνήνοχας ἄπτους καὶ σταφυλὴν καὶ κολλύρια καὶ στάμον μέλιτος; τάδε λέγει Κύριος Ἰδοὺ σὺ ἀπελεύσῃ ἀπ’ ἐμοῦ, καὶ ἔσται εἰσελθούσης σου τὴν πύλην εἰς Σαρειρά, καὶ τὰ κορὰσιά σου ἐξελεύσονταί σοι εἰς συνάτησιν καὶ ἐροῦσίν σοι Τὸ παιδάριον τέθνηκεν. [*](24m)

ὅτι τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐξολεθρεύσω τοῦ Ἰεροβοὰμ οὐροῦντα πρὸς τοῖχον, καὶ ἔσονται οἱ τερνηκότες τοῦ Ἰεροβοὰμ ἐν τῇ πόλει, καταφάγονται οἱ κύνες, καὶ τὸν τεθνηκότα ἐν τῷ ἀγρῷ καταθάγεται τὰ πετεινὰ τοῦ οὐρανοῦ. καὶ τὸ παιδάριον κόχεται Οὐαὶ κύριε, ὅτι εὑρέθη ἐν αὐτῷ ἡῆμα καλὸν περὶ τοῦ κυρίου.

καὶ ἀπῆλθεν ἡ γυνὴ ὡς ἤκουσεν· καὶ ἐγένετο ὡς εἰσῆλθεν εἰς τὴν Σαρειρά, καὶ τὸ παιδάριον ἀπέθανεν, καὶ ἐξῆλθεν ἡ κραυγὴ εἰς ἀπαντήν. Καὶ ἐπορεύθη Ἰεροβοὰμ εἰς Σίκιμα τὴν ἐν ὄρει Ἐφράιμ καὶ συνήθροισεν ἐκεῖ τὰς φυλὰς τοῦ Ἰσραήλ, καὶ ἀνέβη ἐκεῖ Ῥοβοὰμ υἱὸς Σαλωμών.

καὶ λόγος Κυρίου ἐγέντο πρὸς Σαμαίαν τὸν Ἐνλαμεὶ λέγων Λάξε σεαυτῷ ἱμάτιον καινὸν τὸ οὐκ εἰσεληλυθὸς καὶ ἐρεῖς αὐτῷ Τάδε λέγει Κύριος Λάβε σεαυτῷ δώδεκα ῥήγματα τοῦ περιβαλέσθαι σε. καὶ ἔλαβεν Ἰεροβοάμ· καὶ εἶπεν Σαμαίας τάδε λέγει Κύριος ἐπὶ τὰς δέκα φυλὰς τοῦ Ἰσραήλ.

Καὶ εἶπεν ὁ λαὸς πρὸς Ῥοβοὰμ υἱὸν Σαλωμών Ὁ πατήρ σου ἐβάρυενε τὸν κλοιὸν αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐβάρυνεν τὰ βρώματα τῆς τραπέζης αὐτοῦ· καὶ νυνὶ κουφιεῖς σὺ ἐφ’ ἡμᾶς, καὶ δουλεύσομέν σοι. καὶ εἶπεν Ῥοβοὰμ πρὸς τὸν λαόν Ἔτι τριῶν ἡμερῶν καὶ ἀποκριθήσομαι ὑμῖν ῥῆμα.

καὶ εἶπεν Ῥοβοάμ Εἰσαγάγετέ μοι τοὺς πρεσβυτέρους, καὶ συμβουλεύσομαι μετ’ αὐτῶν τί ἀποκριθῶ τῷ λαῷ ῥῆμα ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ. καὶ ἐλάλησεν Ῥοβοὰμ εἰς τὰ ὦτα αὐτῶν καθὼς ἀπέστειλεν ὅ λαὸς πρὸς αὐτόν· καὶ εἶπον οἱ πρεσβύτεροι τοῦ [*](24 p Ροβοαμ 2° Bb] Ιεροβοαμ Β* 24 q om ωτα Β* (hab Bbmg))

710
[*](Β) λαοῦ Οὓτως ἐλάλησεν πρὸς σὲ ὁ λαός.