Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔθετο Δαυεὶδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἐγένετο ὁ Σύτος τῷ Δαυεὶδ εἰς δούλους φέροντας ξένια· καὶ ἔσωσεν Κύριος τὸν Δαυεὶδ ἐν πᾶσιν οἷς ἐπορεύετο.

καὶ ἔλαβεν Δαυεὶδ τοὺς χλίδωνας τοὺς χρυσοῦς οὕς ἐποίησεν ἐπὶ τῶν παίδων τῶν Ἀδραάζαρ βασιλέως Σουβά, καὶ ἤνεγκεν αὐτὰ εἰς Ἰερουσαλήμ· καὶ ἔλαβεν αὐτὰ Σουσακεὶμ βασιλεὺς Αἰγύπτου ἐν τῷ ἀναβῆναι αὐτὸν εἰς Ἰερουσαλὴμ ἐν ἡμέραις [*](Α) [*](25 του αιωνος] om του Α | om Κυριε παντοκρ. θεε του Ισρ. Α | νυν 2° ] ποιησον Α 26 μεγαλυνθειη] pr και Α | εως αιωνος] + κε παντο|κρατωρ θε επι τον Ιηλ· ο οικος του δου|λου σου Δαδ εσται ανωρθωμενος| ενωπιον σου Α 27 Κυριε] pr οτι Α | θεος Ισρ.] ο θς του Ισλ·| και νυν καθως ελαλησας μεγα- λυν|θειη το ονομα σου εως αιωνος λε|γει κς παντοκρατωρ θς Ιηλ· Α | οικοδη- μησω Α 28 om Κυριε Α 29 αξαι Α | ελαλησα Βb | ευλογιας] + σου Α VIII 2 αυτους 1°] αυτην Α | om εν Α | εγενεο] εγε- νοντο Α | om του θανατωσαι και τα δυο σχοιν. Α | εζωγρησαν Α | οm τω Δαυειδ Α 4 χιλια] επτα Α | υπελειπετο Α | εαντω] αυτω εξ αντων Α 5 om δου Α 7 ους εποιησεν] οι ησαν Α | των Αδρ.] του Αδρ. Α)

627
Ἰεροβοὰμ υἱοῦ Σολομῶντος.

καὶ ἐκ τῆς Μασβὰκ ἔλαβεν ὁ βασιλεὺς [*](Β) Δαυεὶδ ἐκ τῶν ἐκλεκτῶν πόλεων τοῦ Ἁδραάζαρ χαλκὸν πολὺν σφύδρα. ἐν αὐτῷ ἐποίησεν Σαλωμὼν τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τοὺς λουτῆρας καὶ πάντα τὰ σκεύη.

Καὶ ἤκουσεν Θούου ὁ βασιλεὺς Ἡμὰθ ὅτι ἐπάταξεν Δαυεὶδ πᾶσαν τὴν δύναμιν Ἁδραάζαρ,

καὶ ἀπέστειλεν Θόου Ἰεδδουρὰν τὸν υἱὸν αὐτοῦ πρὸς βασιλέα Δαυεὶδ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὖ ἐπάταξεν τὸν Ἁδραάζαρ. καὶ ἐπάταξεν αὐτόν, ὅτι κείμενος ἦν τῷ Ἀδρααάξαρ. καὶ ἐν ταῖς ἐν ταῖς χερςὶν αὐτοῦ ἦσαν σκεύη ἀργυρᾶ καὶ σκεύη χρυςᾶ καὶ σκεὺη χαλκᾶ.

καὶ ταῦτα ἡγίασεν ὁ βασιλεὺς τῷ κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ μετὰ τοῦ χρυσίου οὗ ἡγίασεν ἐκ παςῶν τῶν πόλεων ὧν κατεδυνάστευσεν.

ἐκ τῆς Ἰδουβαίας καὶ ἐκ γῆς Μωὰβ καὶ ἐκ τῶν υἱῶν Ἀμμὼν καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ Ἀμαλὴκ καὶ ἐκ τῶν σκύλων Ἁδραάζαρ υἱοῦ Ῥαὰβ βασιλέως Σουβά.

καὶ ἐποίησεν Δαυεὶδ ὄνομα. καὶ ἐν τῷ ἀνακάμπτειν αὐτὸν ἐπάταξεν τὴν Ἰδουμαίαν ἐν Γεβέλεμ εἰς ὀκτὼκαὶ δέκα χιλάθας.

καὶ ἔθετο ἐν τῇ Ἰδουμαίᾳ Φρουράν, ἐν παάςῃ τῇ Ἰδουμαίᾳ. καὶ ἐγένοντο πάντες οἱ Ἰδουμῖοι δοῦλοι τῷ βασιλεῖ. καὶ ἔσωσεν Κύριος τὸν Δαυεὶδ ἐν πᾶσιν οἶς ἐπορεύετο.

Καὶ ἐβασίλευσεν Δαυεὶθ ἐπὶ Ἰσραήλ. καὶ ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν πάντα αὐτοῦ·

καὶ Ἰωὰβ οἱὸς Σαρουίας ἐπὶ τῆς στρατείας, καὶ Ἰωσαφὰτ υἱὸς Ἀχειὰ ἐπὶ τῶν ὑπομνημάτων,

καὶ Σαδδοὺκ υἱὸς Ἀχειτὼβ καὶ Ἀχειμέλεχ υἱὸς Ἀβιθὰρ ἱερεῖς, καὶ Ἀσὰ ὁ γραμματεύς,

καὶ Βαναὶ υἱὸς Ἰανὰκ σύμβουλος, καὶ ὁ χελεθθεὶ καὶ ὁ Φελεττεί. υἱοὶ Δαυεὶδ αὐλάρχαι ἦσαν.