Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἕνεκεν τοῦ μεγαλῦναί σε, κύριε κύριέ μου· ὅτι οὐκ ἔστιν ὡς σύ, καὶ οὐκ θεὸς πλὴν σοῦ ἐν πᾶσιν οἷς ἠκούσαμεν ἐν τοῖς ὠσὶν ἡμῶν.

καὶ τίς ὡς λαός σου Ἰσραὴλ ἔθνος ἄλλο ἐν τῇ γῇ ; ὡς ὡδήγησεν αὐτὸν ὁ θεὸς τοῦ λυτρώσασθαι αὐτῷ λαόν, τοῦ θέσθαι σε ὄνομα, τοῦ ποιῆσαι μεγαλωσύνην καὶ ἐπιφάνειαν, τοῦ ἐκβαλεῖν σε ἐκ προσώπου τοῦ λαοῦ σου, οὗ ἐλυτρώσω σεαυτῷ ἐξ Αἰγύπτου, ἔθνη καὶ σκηνώματα ;

καὶ ἡτοίμασας σεαυτῷ τὸν λαόν σου Ἰσραὴλ λαὸν ἕως αἰῶνος, σύ, Κύριε, ἐγένου αὐτοῖς εἰς θεόν.

καὶ νῦν, κύριέ μου, ῥῆμα ὃ περὶ τοῦ δούλου σου καὶ τοῦ οἴκου αὐτοῦ πίστωσον ἕως [*](10 οὐκέτι 2°] ετι Α 11 Ισραηλ] pr ’τον Α 14 ἀυτῶ] υτ sup ras A1 | αδικια] η αδικεια Α | ἁφαῖς] ἀφέσει Α 16 ανορθωμενος Α 19 κάτε. σμικρυνθη Α | om Κυριε 3° Α 21 δουλον] λόγον Α | Α | ταύτην γνωρ.] ταύτην γ sup ras A1 | τω δουλω] ’τον δοῦλον Α λυναι μεγαλυνθῆναι Α)

626
[*](Β) τοῦ αἰῶνος, Κύριε Παντοκράτωρ, θεὲ τοῦ Ἰσραήλ· καὶ νῦν καθὼς ἐλάλησας

μεγαλυνθείη τὸ ὄνομά σου ἕως αἰῶνος.

Κύπιε Παντο- κράτωρ, θεὸς Ἰσραήλ, ἀπεκάλυψας τὸ ὠτίον τοῦ δούλου σου λέγων Οἶκον οἰκοδομήσω σοι· διὰ τοῦτο εὗρεν ὁ δοῦλός σου τὴν καρδίαν ἑαυτοῦ τοῦ προσεύξασθαι πρὸς σὲ τὴν προσευχὴν ταύτην.

καὶ νῦν,κύριέ μου Κύριε, σὺ εἶ ὁθεός, καὶ οἱ λόγοι σου ἔσονται ἀληθινοί, καὶ ἐλάλησας ὑπὲρ τοῦ δούλου σου τὰ ἀγαθὰ ταῦτα.

καὶ νῦν ἄρξαι καὶ εὐλόγησον τὸν οἶκον τοῦ δούλου σου, τοῦ εἶναι εἰς τὸν αἰῶνα. ἐνώπιόν σου· ὅτι σύ εἶ, κύριέ μου Κύριε, ἐλάλησας, καὶ ἀπὸ τῆς εὐλογίας εὐλογηθήσεται ὁ οἶκος τοῦ δούλου σου εἰς τὸν αἰῶνα.

Καὶ ἐένετο μετὰ ταῦτα καὶ ἐπάταξεν Δαυεὶδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτούς· καὶ ἔλαβεν Δαυεὶδ τὴν ἀφωισμένην ἐκ χειρὸς τῶν ἀλλοφύλων.

καὶ ἐπάταξεν Δαυεὶδ τὴν Μωάβ, καὶ διεμέ- τρησεν αὐτοὺς ἐν σχοινίοις, κοιμισας αὐτοὺς ἐπὶ τὴν γῆν· καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ θανατῶσαι, καὶ τὰ κύο σχοινίσματα ἐζώγρησεν· καὶ ἐγένετο Μωὰβ τῷ Δαυεὲθ εἰς δούλους φέροντας ξένια.

καὶ ἐπάταξεν Δαυεὶδ τὸν Ἁδραάζαρ νἱὸν Ῥαὰβ βασιλέα Σουβά, ποευο- μένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν Εὐφράτην.

καὶ προκατελάβετο Δαυεὶδ τῶν αὐτοῦ χίλια ἄρματα καὶ ἑπτὰ χιλιάδας ἱππέων καὶ εἴδοσι χιλιάδας ἀνδρῶν πεζῶν· καὶ παρέλυσεν Δαυεὶδ πάντα τὰ ἅρματα, καὶ ὑπελίπετο ἑαυτῷ ἑκατὸν ἅρματα.

καὶ παρα- γίνεται Συρία Δαμασκοῦ βονθῆσαι τῷ Ἁδραάζαρ βασιλεῖ Σουβά, καὶ ἐπάταξεν Δαυεὶδ ἐν τῷ Σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν.