Regnorum II (Samuelis II In Textu Masoretico)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
Καὶ ἐγένετο ὅτε ἐκάθισεν ὁ βασιλεὺς ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ κύριος κατεκληρονόμησεν αὐτὸν κύκλῳ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ τῶν κύκλῳ,
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ναθὰν τὸν προφήτην Ιδοὺ δὴ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς τοῦ θεοῦ κάθηται ἐν μέσῳ τῆς σκηνῆς.
καὶ εἶπεν Ναθὰν πρὸς τὸν βασιλέα Πάντα ὅσα ἂν ἐν τῇ καρδίᾳ σου βάδιζε καὶ ποίει, ὅτι κύριος μετὰ σοῦ.
Καὶ ἐγένετο τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Ναθὰν λέγων
Πορεύου καὶ εἰπὸν πρὸς τὸν δοῦλόν μου Δαυείδ τάδε λέγει Κύριος Οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με.
ὅτι οὐ κατῴκηκα ἐν οἴκῳ ἀφ’ ἧς ἡμέρας ἀνήγαγον ἐξ Αἰγύπτου τοὺς υἱοὺς Ἰσραὴλ ἕως τῆς ἡμέρας ταύτης, καὶ ἤμην ἐνπεριπατῶν ἐν καταλύματι καὶ ἐν σκηνῇ.
ἐν πᾶσιν οἷς διῆλθον ἐν παντὶ Ἰσραὴλ εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ Ἰσραὴλ ᾧ ἐνετειλάμην ποιμαίνειν τὸν λαόν μου Ἰσραὴλ λέγων ὅτι οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον;
καὶ νῦν τάδε ἐρεῖς τῷ δούλῳ μου Δαυείδ τάδε λέγει κύριος Παντοκράτωρ Ἔλαβόν σε ἐκ τῆς μάνδρας τῶν προβάτων τοῦ εἶναί σε εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου ἐπὶ τὸν Ἰσραήλ,
καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπορεύου, καὶ ἐξωλέθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου, καὶ ἐποίησά σε ὀνομαστὸν κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς.
καὶ θήσομαι τόπον τῷ λαῷ μου τῷ Ἰσραὴλ καὶ καταφυτεύσω αὐτόν, καὶ κατασκηνώσει καθ᾿ σεῖ καθ’ ἑαυτὸν καὶ [*](Α 21 om ορχ. ευλογητος κύριος ·Α | καταστησαι] pr του Α | om ἐνώπιον Κυριου 2° Α 22 om καὶ αποκαλυφθ. Α | δοξασθῆναι] pr μὴ gavid VII 1 ἐκάθισεν] + Δᾷδ’ Α | om τῶν κυκλω 3 om ἀν’ Α 4 τῆ νυκτὶ] pr ἐν Α 6 ειπον] εἶπε Α 6 τοὺς υἵους Ιηλ ἐξ λίγ’. Α 7 ω] ὢν Α | μου] ’τον Α | οτι] τι Α 8 τῶν προβάτων] pr ἄπο ὄπισθεν Α | om ’τον λαὸν μου ἔπι ’τον Α 10 om καὶ 3° Α | εμλατασλξμωσεο Α | αὐτὸν Α)
άπὸ τῶν ἡμερὼν ὧν ἐπὶ τὸν λαόν μου Ἰσραήλ· καὶ ἀναπαύσω σε ἀπὸ πάντων τῶν ἐχθρῶν σου, καὶ ἀπαγγελεῖ σοι κύριος ὅτι οἶκον οἰκοδομήσεις αὐτῷ.
καὶ ἔσται ἐᾶν πληρωθῶσιν αἱ ἡμέραι σου μέτα τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ.