Regnorum II (Samuelis II In Textu Masoretico)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
Καὶ ἀπηγγέλη τῷ Δαυεὶδ λέγοντες Ηὐόγησεν κύριος τὸν οἶκον Ἀβεδδαρὰ καὶ πάντα τὰ αὐτοῦ ἕνεκεν τῆς κιβωτοῦ τοῦ θεοῦ· καὶ ἐπορεύθη Δαυεὶδ καὶ ἀνήγαγεν τὴν κιβωτὸν τοῦ κυρίου ἑκ τοῦ οἴκου Ἀβεδδαρὰ εἰς τὴν πόλιν Δαυεὶδ ἐν εὐφροσύνῃ.
καὶ ἦσαν μετ’ αὐτῶν αἴροντες τὴν κιβωτὸν ἑπτὰ χοροί, καὶ θύμα μόσχος, καὶ ἄρνα.
καὶ Δαυεὶδ ἀνεκρούετο ἐν νοις ἡρμοσμένοις ἐνώπιον κυρίου, καὶ ὁ Δαυεὶδ ἐνδεδυκὼς στολὴν ἔξαλλον.
καὶ Δαυεὶδ καὶ πᾶς ὁ οἶκος Ἰσραὴλ ἀνήγαγον τὴν κυρίου μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος.
καὶ ἐγένετο κιβωτοῦ παραγινομένης ἕως πόλεως Δαθεὀδ. καὶ μελχὸλ ἡ θυγάτηρ Σαοὺλ διέκυπτεν διὰ τῆς θυρίδος, καὶ εἶδεν τὸν βασιλέα Δαυεὶδ ὀρχούμενον καὶ ἀνακρουόμενον ἐνώπιον κυρίου, καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ καρδίᾳ ἑαυτῆς.
καὶ φέρουσιν τὴν κιβωτὸν τοῦ κυρίου καὶ ἀνέθη. κὰν αὐτὴν εἰς τὸν τόπον αὐτῆς εἰς μέσον τῆς σκηνῆς ἧς ἔπηξεν αὐτῇ Δαυείδ· καὶ ἀνήνεγκεν αὐτῇ ὁλοκαυτώματα ἐνώπιον κυρίου, καὶ εἰρηνικάς.
καὶ συνετέλεσεν Δαυεὶδ συναναφέρων τὰς ὁλοκαυτώσεις καὶ τὰς εἰρηνικάς, καὶ εὐλόγησεν τὸν λαὸν ἐν ὀνόματι κυρίου τῶν δυνάμεων.
καὶ διεμέρισεν παντὶ τῷ λαῷ εἰς πᾶσαν τὴν τοῦ Ἰσραὴλ ἀπὸ Δὰν ἕως Βηρσάβεε, ἀπὸ ἀνδρὸς ἕως γυναικός, ἑκάστῳ κολλυρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λάγανον ἀπὸ τηγάνου· καὶ θὲν πᾶς ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ.
Καὶ ἐπέστρεψεν Δαυεὶδ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ, καὶ ἐξῆλθεν Μελχὸλ ἡ θυγάτηρ [*](7 ο θεὸς] + ἔπι προπέτεια Α 8 ἠθύμησεν] ηθυμησεν] Α | ὕπερ BXA] Α Β* | Οζα (bis)] Αζζα Α | ἡμέρας ταυτης] σήμερον ἡμέρας Α 9 κυρίου] pr του Α 10 του Γ.] ο sup ras A1 11 η κιβ. του κυρίου] ἔκει γλωσσοκομον #x772; Α | Αβεδδαρα Ι°] Αβεδδαδομ Α | ολον...παντα τὰ] ’τον Α. ὀλὸν ’τον οἶκον Α 12 εὐλόγησεν Α 14 ηρμοσ μενοις Β* ηρμο σμενοις Bab 15 ἀνήγαγεν Α 16 κιβωτοῦ] + νυ Α | ανακρ. καὶ και Α | εαυτης] αὐτοῦ Α 17 του κυριου] om του Α | ἀύτης] ἑαυτῆς Α | Δαυειδ] Δαυ SUp ras Ba? | ανηνεγκεν] ἀνήγαγεν Δᾷδ’ Α | om ἀυτὴ A 19 ἕως Ι°] ως A1 om ἑκάστω Α | λαγ. ἄπο τηγ. καὶ ἐσχαρίτης Α | ἕκαστος] εκαστοݲ| B)
καὶ εἶπεν Δαυεὶδ πρός Μελχόλ Ἐνώπιον κυρίου ὀρχήσομαι· εὐλογητὸς κύριος ὅς ἐξελέξατό με ὑπὲρ τὸν πατέρα σου καὶ ὑπὲρ πάντα τὸν οἶκον αὐτοῦ, καταστῆσαί με εἰς ἡγούμενον ἐπὶ τὸν λαὸν αὐτοῦ ἐπὶ τὸν Ἰσραή· καὶ παίξομαι καὶ ὀρχήσομαι ἐπώπιον κυρίου,
καὶ ἀποκαλυφθήσομαι ἔτι οὕτως, καὶ ἔσομαι ἀχρεῖος ἐν ὀφθαλμοῖς σου, καὶ μετὰ τῶν παιδισκῶν ὧν εἶπάς με δοξασθῆναι.
καὶ τῇ Μελχὸλ θυγατρὶ Σαοὺλ οὐκ ἐγένετο παιδίον ἕως τῆς ἡμέρας τοῦ ἀποθανεῖν αὐτήν.