Regnorum II (Samuelis II In Textu Masoretico)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ κυρίου εἰς οἶκον τοῦ Γεθθαίου μῆνας τρεῖς· καὶ εὐλόγησεν κύριος ὅλον τὸν οἶκον Ἀβεδδαρὰ καὶ πάντα τὰ αὐτοῦ.
Καὶ ἀπηγγέλη τῷ Δαυεὶδ λέγοντες Ηὐόγησεν κύριος τὸν οἶκον Ἀβεδδαρὰ καὶ πάντα τὰ αὐτοῦ ἕνεκεν τῆς κιβωτοῦ τοῦ θεοῦ· καὶ ἐπορεύθη Δαυεὶδ καὶ ἀνήγαγεν τὴν κιβωτὸν τοῦ κυρίου ἑκ τοῦ οἴκου Ἀβεδδαρὰ εἰς τὴν πόλιν Δαυεὶδ ἐν εὐφροσύνῃ.
καὶ ἦσαν μετ’ αὐτῶν αἴροντες τὴν κιβωτὸν ἑπτὰ χοροί, καὶ θύμα μόσχος, καὶ ἄρνα.
καὶ Δαυεὶδ ἀνεκρούετο ἐν νοις ἡρμοσμένοις ἐνώπιον κυρίου, καὶ ὁ Δαυεὶδ ἐνδεδυκὼς στολὴν ἔξαλλον.
καὶ Δαυεὶδ καὶ πᾶς ὁ οἶκος Ἰσραὴλ ἀνήγαγον τὴν κυρίου μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος.