Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ καταλιμπάνουσιν ἐκεῖ τοὺς θεοὺς αὐτῶν, καὶ ἐλάβοσαν αὐτοὺς Δαυδὶδ καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ.

Καὶ προσέθεντο ἔτι ἀλλόφυλοι τοῦ ἀναβῆναι, κοὶ συνέπεσαν ἐν τῇ κοιλάδι τῶν Τιτάνων.

καὶ ἐπηρώτησεν Δαυεὶδ διὰ Κυρίου, καὶ εἶπεν κύριος οὐκ ἀναβήσει εἰς σιν αὐτῶν, ἀποστρέφου ἀπ’ αὐτῶν καὶ παρέσει αὐτοῖς πλησίον τοῦ κλαυθμῶνος.

καὶ ἱστᾶι ἐν τῷ ἀκόῦσαί σε τὴν φωνὴν τοῦ συνκλεισμοῦ ἀπὸ τοῦ ἄλσους τοῦ κλαυθμῶνος, τότε καταβήσει πρὸς αὐτούς, ὅτι τότε ἐξελεύσεται κύριος ἔμπροσθέν σου κόπτειν ἐν τῷ πολέμω τῶν ἀλλοφύλων.

καὶ ἐποίησεν Δαυεὶδ καθὼς ἐνετείλατο αὐτῷ κύριος, καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους ἀπὸ Γαβαὼν ἕως τῆς γῆς Γαζηρά.

Καὶ συνήγαγεν ἔτι Δαυεὶδ πάντα νεανίαν ἐξ Ἰσραὴς ὡς ἑβδομήκοντα χιλιάδας.

καὶ ἀνέστη καὶ ἐπορεύθη Δαυεὶδ καὶ πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ ἀπὸ τῶν ἀρχόντων Ἰούδα ἐν ἀναβάσει, τοῦ ἐκεῖθεν τὴν κιβωτὸν τοῦ θεοῦ, ἐφ’ ἣν ἐπεκλήθη τὸ τῶν δυνάμεων καθημένου ἐπὶ τῶν χερουβεὶν ἐπ’ αὐτῆς.

ἐπεβίβασεν τὴν κιβωτὸν κυρίου ἐφ’ ἅμαξαν καινὴν καὶ ἦρεν αὐτὴν εἰς οἶκον Ἀμειναδὰβ τοῦ ἐν τῷ βουνῷ· καὶ Ὀζὰ καὶ ὁ ἀδελφοὶ αὐτοῦ υἱοὶ Ἀμειναδὰβ ἦγαν τὴν ἅμαξαν

σὺν τῇ κιβωτῷ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπορεύοντο ἔμπροσθεν τῆς κιβωτοῦ.

καὶ Δαυεὶδ καὶ οἱ υἱοὶ Ἰσραὴλ παίζοντες ἐνώπιον κυρίου ἐν ὀργάνοις ἡρμοσμένοις, ἲς, ἐν ἰσχύι καὶ ἐν ᾠδαῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν αὐλοῖς.

καὶ παραγίνονται ἕως ἅλω Νωδάβ· καὶ ἐξέτεινεν Ὀζὰ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτὸν τοῦ θεοῦ κατασχεῖν αὐτήν. καὶ ἐκράτησεν αὐτήν, ὅτι περιέσπασεν αὐτὸν ὁ μόσχος, τοῦ αὐτήν.

καὶ ἐθυμώθη Κύριος τῷ Ὀζά, καὶ ἔπαισεν αὐτόν [*](Α 20 | εχθρους]+ μου Α | αλλοφ. 2°] pr τοὺς Α 21 ελαβοσαν αὐτοὺς Δαδ αὐτοὺς Α 23 ἀναβήσει B*b] αναβηση BabA | ἀυτῶν ἀπῶ στρεφου αὐτ’ (om air) sup ras Α1 παρεση BabA 24 om ἄπο Α | καταβηση BabA | ἐξελεύσεται] ε 4° sup ras Aa 25 γης] Γάζης Α VI 1 B* νεανίαν ίαν in mg] Bab) 2 Δᾷδ’ καὶ ἔπορ’. Α | om ο 2° Α Κυριου] pr του Α | καθημεων B 3 ἐπ’ ἄμαξαν BA | καινὴν] κενὴν Α | Αμμιναδαβ Α (bis) | Οζα] Ἀζὰ Α | ἦγον Α | τὴν ἄμαξαν] + τὴν καινὴν Α συν τῆ κιβ.] pr καὶ ἤραν συτην ἄπο οικου | Αμιναδαβ ἐν βουνῷ Α | orn επορευοντο εμπρ. τῆς κιβ. Α 5 ἐν οργ.] pr καὶ Α | ἐν ἴσχ’.] pr κα Α | κονυρα Α 6 om καὶ Ι° Α | ἁλῶν Ὠδαβ Bb | ἄλω] αλλωμωνος Α | Νωδαβ] Α | Οζα] Αζζα Α | περιέσπασεν] signs, v 1 prae se fert Bmtetms Α | αυτην Α Οζα] Αζζαν Α)

623
ἐκεῖ ὁ θεός, καὶ ἀπέθανεν ἐκεῖ παρὰ τὴν κιβωτὸν τοῦ κυρίου ἐνώπιον [*](Β) τοῦ θεοῦ.

καὶ ἠθύμησεν ΔΑυεὶδ ὑπὲρ οὗ διέκοψεν κύριος διακοπὴν ἐν τῷ Ὀζά· καὶ ἐκλήθη ὁ τόπος ἐκεῖνος Διακοπὴ Ὀζά ἕως τῆς ἡμέρας ταύτης.

καὶ ἐφοβήθη Δαυδὶδ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνη λέγων Ἠὼς εἰσελεύσεται πρὸς μὲ ἡ κιβωτὸς Τυρίου;

καὶ οὐκ Δαυεὶδ τοῦ ἐκκλῖναι πρὸς αὐτὸν τὴν κιβωτὸν διαθήκης κυρίου εἰς τὴν πόλιν Δαυείδ· καὶ ἀπέκλινεν αὐτὴν Δαυεὶδ εἰς οἶκον Ἀβεδδαρὰ τοῦ Γεθθαίου.

καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ κυρίου εἰς οἶκον τοῦ Γεθθαίου μῆνας τρεῖς· καὶ εὐλόγησεν κύριος ὅλον τὸν οἶκον Ἀβεδδαρὰ καὶ πάντα τὰ αὐτοῦ.

Καὶ ἀπηγγέλη τῷ Δαυεὶδ λέγοντες Ηὐόγησεν κύριος τὸν οἶκον Ἀβεδδαρὰ καὶ πάντα τὰ αὐτοῦ ἕνεκεν τῆς κιβωτοῦ τοῦ θεοῦ· καὶ ἐπορεύθη Δαυεὶδ καὶ ἀνήγαγεν τὴν κιβωτὸν τοῦ κυρίου ἑκ τοῦ οἴκου Ἀβεδδαρὰ εἰς τὴν πόλιν Δαυεὶδ ἐν εὐφροσύνῃ.

καὶ ἦσαν μετ’ αὐτῶν αἴροντες τὴν κιβωτὸν ἑπτὰ χοροί, καὶ θύμα μόσχος, καὶ ἄρνα.

καὶ Δαυεὶδ ἀνεκρούετο ἐν νοις ἡρμοσμένοις ἐνώπιον κυρίου, καὶ ὁ Δαυεὶδ ἐνδεδυκὼς στολὴν ἔξαλλον.

καὶ Δαυεὶδ καὶ πᾶς ὁ οἶκος Ἰσραὴλ ἀνήγαγον τὴν κυρίου μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος.