Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ παραγίνονται πᾶσαι αἱ φυλαὶ Ἰσραὴλ πρὸς Δαυεὶδ εἰς Χεβρὼν καὶ εἶπαν αὐτῷ Ἴδου ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς.

καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως ἐφ’ ἡμῖν σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ἰσραήλ, καὶ εἶπεν Κύριος πρὸς σέ Σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραήλ, καὶ σὺ ἔσει εἰσηγούμενος ἐπὶ τὸν Ἰσραήλ.

καὶ ἔρχονται πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρὼν, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς ΔΑυεὶδ διαθήκην ἐν Χεβρὼν ἐνώπιον κυρίου, καὶ χρίουσιν τὸν Δαυεὶδ εἰς βασιλέα ἐπὶ πάντα Ισραήλ.

Υἱὸς τριάκοντα ἐτῶν Δαυεὶδ ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ τεσσεράκοντα ἣ ἐβασίλευσεν·

ἑπτὰ ἔτη καὶ ἓξ μῆνας ἐβασίλευσεν ἐν Χεβρὼν ἐπὶ τὸν Ἰούδα, καὶ τριάκοντα τρία ἔτη ἐβασίλευσεν ἐπὶ πάντα Ἰσραὴλ καὶ Ἰούδαν ἐν Ἰερουσαλήμ.

Καὶ ἀπῆλθεν Δαυεὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς Ἰερουσαλὴμ πρὸς τὸν Ἰεβουσαῖον [*](Α 8 εἶπον Α | η λεφ.) om η Α | ἐχθροῦ Ι°] seq ras I lit in Α ρους A*vid) ἐζήτει] ε 2° sup ras A1 | κυρίω] + μου Α 9 Ρεκχα] Ρηχαβ Α | Βαανα Α 10 μου] ἐμοῦ Α | ἀπέκτεινα] + αὐτὸν Α | Σολεάγ Α 11 απεκτανκ. B*A απεκταγκ. Bb) | κοίτης] κλίνης Bab 12 ἀποκτενοῦσιν BbvidA | αὐτοὺς Ι°] αυτον B V 2 και εχθες] χθὲς Bb εχθες Α | ημιν] εἰσάγων καὶ ἐξάγων Α | κςݲ sup ras A? | ποιμαίνεις Α | ἔση BabA | εἰς BabA 3 ἐν X. ἐν. KV διαθήκην διαθ. Am8) Α 4 Δαυειδ] pr ἢν Α Δαυειδ [sic] sup ras Aat seq ras i forte lit) | βασιλέ’ ὕσαι] | βασιλεύειν Α | Bb 5 ἐν Χεβρῶ | ἔβας. ἔπι ’τον Ἰούδαν· ἔπτα ἔτη καὶ ἐξ μήνας· και | ἐν Ιλημ ἔβας. τα καὶ τρία ἔτη ἔπι πάντα Ιηλ·| κα Ἰούδαν Α | Ιουδα] B?A)

621
τὸν κατοικοῦντα τὴν γῆν, καὶ ἐρρέθη τῷ Δαυείδ οὐκ εἰσελεύσει ὧδε, [*](B) ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοὶ λέγοντες ὅτι οὐκ εἰσελεύσεται Δαυεὶδ ὧδε.

καὶ κατελάβετο Δαυεὶδ τὴν περιοχὴν Σειών, αὕτη πόλις τοῦ Δαυείδ.

καὶ εἶπεν Δαυεὶδ τῇ ἡμέρᾳ ἐκείνῃ Πᾶς τύπτων Ἰεβουσαῖου ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς καὶ τοὺς τυφλοὺς καὶ τοὺς μισοῦντας τὴν ψυχὴν Δαυείδ· διὰ τοῦτο ἐροῦσιν τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσονται εἰς οἶκον κυρίου.

καὶ ἐκάθισεν ἐν τῇ περιοχῇ, καὶ ἐκλήθη αὕτη ἡ πόλις Δαυείδ· καὶ ᾠκοδόμησεν αὐτὴν πόλιν κύκλῳ ἀπὸ τῆς ἄκρας καὶ τὸν οἶκον αὐτοῦ.

καὶ διεπορεύετο Δαυεὶδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ Κύριος Παντοκράτωρ μετ’ αὐτοῦ.

καὶ ἀπέστειλεν Χειρὰμ βασιλεὺς Τύρου γέλους πρὸς Δαυεὶδ καὶ ξύλα κέδρινα καὶ τέκτονας ξύλων καὶ τέ· κτονας λίθων, καὶ ᾠκοδόμησαν οἶκον τῷ Δαυείδ.

καὶ ἔγνω ὅτι ἡτοίμασεν αὐτὸν κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ, καὶ ὅτι βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ἰσραήλ.

Καὶ ἔλαβεν Δαυδὶδ ἔτι γυναῖκας καὶ παλλακὰς ἐξ μετὰ τὸ ἐλθεῖν αὐτὸν εἰς Χεβρών· καὶ ἐγένοντο τῷ Δαυεὶδ ἔτι υἱοὶ καὶ θυγατέρες.

καὶ ταῦτα τὰ ὀνόματα τῶν γεννηθέντων αὐτῷ ἐν Σαμμοῦς καὶ Σωβὰβ καὶ Ναθὰν καὶ Σαλωμών,

καὶ Ἐβεὰρ καὶ Ἐλεισοῦς καὶ Νάφεκ καὶ Ἰεφίες,

καὶ Ἐλεισομὰ καὶ Ἐπιδαὲ καὶ ἄν, Ἰεβαάρ, Ναγέδ, Νάφεκ, Ἰαναθά, Λεασαμύς, Βααλειμάθ, Ἐλειφάαθ.

Καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι κέχρισται ἠλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητεῖν τὸν Δαυείδ· καὶ ἤκουσεν ΔΑυείδ, καὶ κατέβη εἰς τὴν περιοχήν.

καὶ οἱ ἀλλόφυλοι παραγίνονται καὶ συνέπεσαν εἰς τὴν κοιλάδα τῶν Τιτάνων.

καὶ ἠρώτησεν Δαυεὶδ διὰ κυρίου λέγων Εἰ ἀναβῶ πρὸς τοὺς ἀλλοφύλους καὶ παραδώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπεν κύριος πρὸς Δαυείδ Ἀνάβαινε, ὅτι παραδιδοὺς παραδώσω τοὺς ἀλλοφύλους εἰς τὰς χεῖράς σου.

καὶ ἦλθεν Δαυεὶδ ἐκ τῶν ἐπάνω διακοπῶν ἔκοψεν τοὺς ἀλλοφύλους ἐκεῖ, καὶ εἶπεν Δαυείδ Διέκοψεν Κύριος τοὺς [*](6 εισελευση BabA I om Δαυειδ 2° Α 7 Σείων] Σιων BbA 8 τὴν ψύχην] om τὴν Α 9 η πόλις ἀυτὴ Α 10 διεπορεύετο] ἐπορεύετο Α | Κυριος] + ο θςݲ Α 11 λίθων] + τοίχου Α 13 πάλλ’. καὶ γυναῖκας ς ult ras Λῆ Α | εἰς] ἐκ Α | ἔτι τὼ Δᾷδ’ Α 14 ΣΑμμουε Α | Σωβαβ] Σωβαδαν Α 15 Εβεαρ] Ιεβαρ Α | Ελισους Α | Ιεφιες] Αφιε Α 16 Ελισαμα Α | Επιδαε] Ελιδαε Α | Ελειφααθ °] Ελιφ. Α | om Σαμαε... Ελειφααθ °) Α 18 κοιλαδαν Α | Τειτανων B* αἴτ’. BbA item 22) 20 Α | Δᾷδ’ εἶπεν Α)

622
[*](Β) ἐχθροὺς ἀλλοφύλους ἐνώπιον ἐμοῦ ὡς διακόπτεται ὕδατα· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἐπάνω διακοπῶν.