Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

IVἤκουσεν μεμφιβόσθε υἱὸς Σαοὺλ ὅτι τέθνηκεν Ἀβεννὴρ ἐν Χεβρών, καὶ ἐξελύθησαν αἱ χεῖρες αὐτοῦ, καὶ πάντες οἱ ἄνδρες Ἰσραὴλ παρείθησαν.

καὶ δύο ἄνδρες ἡγούμενοι συστρεμμάτων τῷ υἱῷ Σαοὐλ. ὄνομα τῷ ἑνὶ Βαανά, καὶ ὄνομα τῷ δευτέρῳ Ῥηχάβ, υἱοὶ Ῥεμμὼν τοῦ Βηρωθαίου ἐκ τῶν υἱῶν Βενιαμείν, ὅτι Βηρὼθ ἐλογίζετο τοῖς υἱοῖς Βενιαμείν.

καὶ ἀπέδρασαν οἱ Βηρωθαῖοι εἰς Γεθθάι, ἦσαν ἐκεῖ παροικοῦντες ἕως τῆς ἡμέρας ταύτης.

Καὶ τῷ υἱῷ Σαοὺλ υἱὸς πεπληγὼς τοὺς πόδας υἱὸς ἐτῶν πέντε, καὶ οὗτος ἐν τῷ ἐλθεῖν τὴν ἀγγελίαν Σαοὺλ καὶ Ἰωναθὰν τοῦ υἱοῦ αὐτοῦ ἐξ Ισραήλ, καὶ ἦρεν αὐτὸν ὁ τιθηνὸς αὐτοῦ καὶ ἔφυγεν· καὶ ἐγένετο ἐν τῷ σπεύδειν αὐτόν καὶ ἀναχωρεῖν, καὶ ἔπεσεν καὶ ἑ καὶ ὄνομα αὐτῷ Μεμφιβόσθε.

Καὶ ἐπορεύθησαν τοῦ Βεηρωθαίου Ῥεκχὰ καὶ Βαὰμ καὶ εἰσῆλθον ἐν τῷ καύματι τῆς ἡμέρας εἰς οἶκον Μεμφιβόσθε, καὶ αὐτὸς ἐκάθευδεν ἐν τῆ κοίτη τῆς μεσημβρίας.

καὶ ἰδοὺ ἡ θυρωρὸς τοῦ οἴκου ἐκάθαιρεν πυροὺς καὶ ἐνύσταξεν καἰ ἐκάθευδεν, καὶ Ῥεκχὰ καὶ βάμμα οἱ ἀδελφοὶ διέλαθον.

καὶ εἰσῆλθον εἰς τὸν οἶκον, καὶ Μεμφιβόσθε ἐκάθευδεν ἐπὶ τῆς αὐτοῦ ἐν τῷ κοιτῶνι αὐτοῦ· καὶ τύπτουσιν αὐτὸν καὶ θανατοῦσιν, καὶ ἀναφαιροῦσιν τὴν κεφαλὴν αὐτοῦ, καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ ἀπῆλθον ὁδὸν τὴν κατὰ δυσμὰς ὅλην τὴν νύκτα.

καὶ ἤνεγκαν [*](35 παραδειπνισαι Α | ἄρτους Α 36 πᾶς ο λ. ἔγνω Α | λαοῦ] + ἀγαθὸν Α Α 37 θανατωσαι] pr του Α 38 om ἐν 2° Α 39 κατεσταμενος B | ανταποδοι Α IV 1 Μεμφιβοσθαι Α 2 συσστρεμ. Α | τῶν Μεμφιβοσθαι Α om ὅτι Βηρωθ...Βενιαμειν Α 3 Γεθθαι] Γεθθειμ Α 4 Ισραηλ] Ιηλ Α | ο τιθηνὸς B*b] η τιθ. BahA | Μεμφιβοσθαι Α (item 5, 7, 8 bis, 12) 5 υἱοὶ] pr οἱ Α | Ρεκχα] Πηχαβ Α | Βααμ] Βαανα Α 6 Ρεκχα] Ρηχαβ Α | βάμμα] Βαανα Α 7 θανατοῦσιν] + αὐτὸν Α | αναφαιρουσιν] ἀφαιροῦσιν Bb αφερουσιν Α | νυκταν Α )

620
[*](B) τὴν κεφαλὴν μεμφιβόσθε τῷ Δαυεὶδ εἰς Χεβρών, καὶ εἶπαν πρὸς τὸν βασιλέα Ἴδου ἡ κεφαλὴ Μεμφιβόσθε υἱοῦ Σαοὺλ τοῦ ἐχθροῦ σου, ὃς ἐζήτει τὴν ψυχήν σου· καὶ ἔδωκεν κύριος τῷ κυρίῳ βασιλεῖ ἐκδίκησιν τῶν ἐχθρῶν αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη, ἐκ Σαοὺλ τοῦ ἐχθροῦ σου κοὶ ἐκ τοῦ σπέρματος αὐτοῦ.

καὶ ἀπεκρίθη Δαυεὶδ τῷ Ῥεκχὰ καὶ τῶ Βαὰμ ἀδελφῷ αὐτοῦ υἱοῖς Ῥεμμὼν τοῦ Βηρωθαίου καὶ αὐτοῖς Ζῇ κύριος ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης

ὅτι ὁ ἀπαγγείλας μοι ὅτι τέθνηκεν Σαοὺλ καὶ αὐτὸς ἦν ὡς εὐαλλελιζόμενος ἐνώπιόν μου, καὶ κατέσχον αὐτὸν καὶ ἀπέκτεινα ἐν Σεκελάκ, ᾧ ἔδει με δοῦναι εὐαγγέλια.

καὶ νῦν ἄνδρες πονηροὶ ἀπεκτάνκασιν κάσιν ἄνδρα δίκαιον ἐν τῷ οἴκῳ αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ· καὶ νῦν ἐκζητήσω τὸ αἷμα αὐτοῦ ἐκ χειρὸς ὑμῶν καὶ ἐξολεθρεύσω ὑμᾶς ἐκ τῆς γῆς.

καὶ ἐνετείλατο Δαυεὶδ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἀποκτέννουσιν αὐτούς· καὶ κολοβοῦσιν τὰς χεῖρας οὕτων καὶ τοὺς πόδας αὐτῶν καὶ ἐκρέμασαν αὐτοὺς ἐπὶ τῆς κρήνης ἐν Χεβρών, καὶ τὴν κεφαλὴν Μεμφιβόσθε ἔθαψαν ἐν τῷ τάφῳ Ἀβεννὴρ υἱοῦ Νήρ.